Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

τὴν γὰρ ἐπίνοιαν ταύτην οὐδενὶ τῶν φίλων δηλώσας τῆς μὲν πόλεως ἐπιμελητὴν Ἄντανδρον τὸν ἀδελφὸν κατέστησε μετὰ τῆς ἱκανῆς φυλακῆς, αὐτὸς δὲ τῶν στρατιωτῶν ἐπιλέγων τοὺς εὐθέτους κατέγραφε, τοῖς μὲν πεζοῖς παραγγέλλων ἑτοίμους εἶναι μετὰ τῶν ὅπλων, τοῖς δʼ ἱππεῦσι διακελευόμενος ἔχειν μεθʼ ἑαυτῶν χωρὶς τῆς πανοπλίας ὑπηρέσιον καὶ χαλινόν,

v.5.p.178
ὅπως, ὅταν ἵππων κυριεύσῃ, τοὺς ἀναβησομένους ἑτοίμους ἔχειν, τὰ πρὸς τὴν χρείαν ἐξηρτυμένους·

κατὰ γὰρ τὴν προγεγενημένην ἧτταν τῶν μὲν πεζῶν ἀπωλώλεισαν οἱ πλείους, οἱ δʼ ἱππεῖς ὑπῆρχον διασεσωσμένοι σχεδὸν ἅπαντες, ὧν τοὺς ἵππους οὐκ ἠδύνατο διακομίζειν εἰς τὴν Λιβύην.

ἵνα δὲ χωρισθέντος αὐτοῦ μὴ νεωτερίζωσιν οἱ Συρακόσιοι, διεζεύγνυε τὰς συγγενείας ἀπʼ ἀλλήλων καὶ μάλιστα ἀδελφοὺς ἀπʼ ἀδελφῶν καὶ πατέρας ἀπὸ παίδων, τοὺς μὲν ἐπὶ τῆς πόλεως ἀπολείπων, τοὺς δὲ μεθʼ ἑαυτοῦ διακομίζων·

πρόδηλον γὰρ ἦν ὡς οἱ μένοντες ἐν ταῖς Συρακούσσαις, κἂν ἀλλοτριώτατα τυγχάνωσι πρὸς τὸν δυνάστην διακείμενοι, διὰ τὴν πρὸς τοὺς ἀπογόνους εὔνοιαν οὐδὲν ἂν πράξειαν ἄτοπον κατὰ Ἀγαθοκλέους.

ἀπορούμενος δὲ χρημάτων τά τε τῶν ὀρφανῶν παρὰ τῶν ἐπιτροπευόντων εἰσεπράξατο, φάσκων πολὺ βέλτιον ἐκείνων ἐπιτροπεύσειν καὶ τοῖς παισὶν εἰς ἡλικίαν ἐλθοῦσι πιστότερον ἀποδώσειν, ἐδανείσατο δὲ καὶ παρὰ τῶν ἐμπόρων καί τινα τῶν ἐν τοῖς ἱεροῖς ἀναθημάτων ἔλαβεν καὶ τῶν γυναικῶν τὸν κόσμον περιείλετο.

ἔπειθʼ ὁρῶν καὶ τῶν εὐπορωτάτων τοὺς πλείστους δυσχεραίνοντας τοῖς πραττομένοις καὶ πρὸς αὐτὸν ἀλλοτριώτατα διακειμένους συνήγαγεν ἐκκλησίαν, ἐν ᾗ περί τε τῆς προγεγενημένης συμφορᾶς καὶ τῶν προσδοκωμένων δεινῶν κατοδυρόμενος αὐτὸς μὲν ῥᾳδίως ὑπομένειν ἔφησε τὴν πολιορκίαν, συνήθης ὢν πάσῃ κακοπαθείᾳ, ἐλεεῖν δὲ τοὺς πολίτας, εἰ συγκλεισθέντες

v.5.p.179
ἀναγκασθήσονται πολιορκίαν ὑπομένειν.

διεκελεύετο οὖν σώζειν ἑαυτοὺς μετὰ τῶν ἰδίων κτήσεων τοὺς μὴ βουλομένους ὑπομένειν ὅ,τι ποτʼ ἂν δοκῇ τῇ τύχῃ πάσχειν. ἐξορμησάντων δʼ ἐκ τῆς πόλεως τῶν μάλιστʼ εὐπόρων καὶ μισούντων τὸν δυνάστην τούτους μὲν ἐπαποστείλας τινὰς τῶν μισθοφόρων ἀνεῖλε καὶ τὰς οὐσίας εἰς αὑτὸν ἀνέλαβε,

διὰ δὲ μιᾶς ἀνοσίου πράξεως χρημάτων εὐπορήσας καὶ τῶν ἀλλοτρίως διακειμένων πρὸς καθαρὰν ποιήσας τὴν πόλιν ἠλευθέρωσε τῶν οἰκετῶν τοὺς εὐθέτους εἰς στρατείαν.