Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἐπεβάλετο μὲν οὖν καὶ τὰς ἄλλας Ἑλληνίδας πόλεις Πτολεμαῖος ἐλευθεροῦν, μεγάλην προσθήκην ἡγούμενος ἔσεσθαι τοῖς ἰδίοις πράγμασι τὴν τῶν Ἑλλήνων εὔνοιαν· ἐπεὶ δὲ οἱ Πελοποννήσιοι συνταξάμενοι χορηγήσειν σῖτον καὶ χρήματα τῶν ὡμολογημένων οὐδὲν συνετέλουν, ἀγανακτήσας ὁ δυνάστης πρὸς μὲν Κάσανδρον εἰρήνην ἐποιήσατο, καθʼ ἣν ἑκατέρους ἔδει κυριεύειν τῶν πόλεων ὧν εἶχον, τὴν δὲ Σικυῶνα καὶ Κόρινθον ἀσφαλισάμενος φρουρᾷ διῆρεν εἰς τὴν Αἴγυπτον.

ἅμα δὲ τούτοις πραττομένοις Κλεοπάτρα τῷ μὲν Ἀντιγόνῳ προσκόπτουσα, τῇ δʼ αἱρέσει πρὸς τὸν Πτολεμαῖον ἀποκλίνουσα προῆγεν ἐκ Σάρδεων, ὡς διακομισθησομένη πρὸς ἐκεῖνον. ἦν δὲ ἀδελφὴ μὲν Ἀλεξάνδρου τοῦ Πέρσας καταπολεμήσαντος, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου, γυνὴ δὲ γεγενημένη τοῦ εἰς

v.5.p.227
Ἰταλίαν στρατεύσαντος Ἀλεξάνδρου.

διὰ τὴν ἐπιφάνειαν οὖν τοῦ γένους οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον, ἔτι δὲ Ἀντίγονον καὶ Πτολεμαῖον καὶ καθόλου πάντες οἱ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἀξιολογώτατοι τῶν ἡγεμόνων ταύτην ἐμνήστευον· ἕκαστος γὰρ τούτῳ τῷ γάμῳ συνακολουθήσειν Μακεδόνας ἐλπίζων ἀντείχετο τῆς βασιλικῆς οἰκίας, ὡς τὴν τῶν ὅλων ἀρχὴν περιστήσων εἰς ἑαυτόν.

ὁ δὲ ἐπιμελητὴς τῶν Σάρδεων ἔχων παράγγελμα παρʼ Ἀντιγόνου τηρεῖν τὴν Κλεοπάτραν, διεκώλυεν αὐτῆς τὴν ἔξοδον· ὕστερον δὲ προστάξαντος τοῦ δυνάστου διά τινων γυναικῶν ἐδολοφόνησεν.

ὁ δʼ Ἀντίγονος οὐ βουλόμενος λέγεσθαι κατʼ αὐτοῦ περὶ τῆς ἀναιρέσεως, τῶν γυναικῶν τινας ἐκόλασεν ὡς ἐπιβεβουλευκυίας καὶ τὰ περὶ τὴν ἐκφορὰν βασιλικῶς ἐφιλοκάλησεν. Κλεοπάτρα μὲν οὖν περιμάχητος γενομένη παρὰ τοῖς ἐπιφανεστάτοις ἡγεμόσι πρὸ τοῦ συντελεσθῆναι τὸν γάμον τοιαύτης ἔτυχε καταστροφῆς.

ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἄλλα μέρη τῆς οἰκουμένης.