Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

περὶ γὰρ τοὺς αὐτοὺς καιροὺς ἐν τῷ Πόντῳ μετὰ τὴν Παρυσάδου τελευτήν, ὃς ἦν βασιλεὺς τοῦ Κιμμερικοῦ Βοσπόρου, διετέλουν οἱ παῖδες αὐτοῦ διαπολεμοῦντες πρὸς ἀλλήλους ὑπὲρ τῆς ἡγεμονίας, Εὔμηλός τε καὶ Σάτυρος καὶ Πρύτανις.

τούτων δὲ ὁ μὲν Σάτυρος ὢν πρεσβύτερος παρὰ τοῦ πατρὸς παρειλήφει τὴν ἀρχήν, βεβασιλευκότος ἔτη τριάκοντα ὀκτώ· ὁ δʼ Εὔμηλος φιλίαν συντεθειμένος πρός τινας τῶν πλησιοχώρων βαρβάρων καὶ δύναμιν ἁδρὰν ἠθροικὼς ἠμφισβήτει τῆς βασιλείας.

ἃ δὴ πυθόμενος ὁ Σάτυρος ἀνέζευξεν ἐπʼ αὐτὸν μετὰ δυνάμεως ἁδρᾶς καὶ διαβὰς τὸν Θάτην ποταμόν, ἐπειδὴ πλησίον ἐγένετο τῶν πολεμίων, τὴν μὲν παρεμβολὴν ταῖς ἁμάξαις περιλαβὼν αἷς ἦν κεκομικὼς τὰς ἀγορὰς οὔσας παμπληθεῖς, τὴν δὲ δύναμιν ἐκτάξας αὐτὸς κατὰ μέσην ὑπῆρχε τὴν φάλαγγα, καθάπερ ἐστὶ Σκύθαις νόμιμον.