Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Ἀντίγονος δὲ πυθόμενος τὴν τῶν πολεμίων ἀποχώρησιν εὐθὺς ἐπεδίωκεν αὐτοὺς καὶ πλησίον γενόμενος τῆς παρεμβολῆς, ἐπεὶ πρὸς παράταξιν οὐ συγκατέβαινον, ἤρξατο περιταφρεύειν τὴν στρατοπεδείαν καὶ καταπέλτας καὶ βέλη μετεπέμψατο, βουλόμενος αὐτὴν πολιορκῆσαι. συντελουμένων δʼ ἀκροβολισμῶν περὶ τὴν ταφρείαν καὶ τῶν περὶ τὸν Λυσίμαχον πειρωμένων ἀνείργειν τοῖς βέλεσι τοὺς ἐργαζομένους ἐν πᾶσιν προετέρουν οἱ περὶ τὸν Ἀντίγονον.

ἔπειτα χρόνου γενομένου καὶ τῶν ἔργων ἤδη συντέλειαν λαμβανόντων, τῆς δὲ τροφῆς ὑπολιπούσης τοὺς πολιορκουμένους οἱ περὶ Λυσίμαχον, τηρήσαντες νύκτα χειμέριον, ἀναζεύξαντες ἐκ τῆς παρεμβολῆς διὰ τῶν ὑπερδεξίων τόπων ἀπεχώρησαν εἰς παραχειμασίαν. ὁ δʼ Ἀντίγονος ἡμέρας γενομένης ὡς εἶδε τὴν τῶν πολεμίων ἀπαλλαγήν, ἀντιπαρῆγεν αὐτὸς διὰ τῶν πεδίων.

ἐπιγενομένων δὲ ὄμβρων μεγάλων καὶ τῆς χώρας οὔσης βαθυγείου καὶ πηλώδους τῶν τε ὑποζυγίων οὐκ ὀλίγα συνέβη καὶ τῶν σωμάτων τινὰ διαφθαρῆναι καὶ τὸ σύνολον ἐπιπόνως ἅπασαν τὴν δύναμιν διατεθῆναι.

διόπερ ὁ βασιλεὺς ἅμα μὲν ἀναλαβεῖν βουλόμενος ἐκ τῆς κακοπαθίας τοὺς στρατιώτας, ἅμα δὲ τὴν χειμερινὴν

v.5.p.330
ὥραν ὁρῶν περιλαμβάνουσαν τοῦ μὲν καταδιώκειν ἀπέστη, πρὸς δὲ τὴν χειμασίαν ἐπιλεξάμενος τοὺς εὐθετωτάτους τόπους διεῖλε κατὰ μέρη τὴν δύναμιν.

πυνθανόμενος δὲ Σέλευκον καταβαίνειν ἐκ τῶν ἄνω σατραπειῶν μετὰ μεγάλης δυνάμεως, ἔπεμψέ τινας τῶν φίλων εἰς τὴν Ἑλλάδα πρὸς Δημήτριον, παρακελευόμενος ἥκειν πρὸς αὐτὸν μετὰ τῆς δυνάμεως τὴν ταχίστην· σφόδρα γὰρ εὐλαβεῖτο μὴ πάντων τῶν βασιλέων ἐπʼ αὐτὸν συνδραμόντων ἀναγκασθῇ παρατάξει κρῖναι τὸν ὅλον πόλεμον πρὶν ἢ συνελθεῖν εἰς ταὐτὸν τὴν ἐκ τῆς Εὐρώπης δύναμιν.

παραπλησίως δὲ καὶ Λυσίμαχος διεῖλε τὴν δύναμιν εἰς χειμασίαν ἐν τῷ καλουμένῳ Σαλωνίας πεδίῳ. ἀγορὰν δὲ πολλὴν ἐξ Ἡρακλείας μετεπέμπετο, ποιησάμενος ἐπιγαμίαν πρὸς τοὺς Ἡρακλεώτας·

ἔγημε γὰρ Ἄμηστριν τὴν Ὀξυάρτου μὲν θυγατέρα, Δαρείου δὲ τοῦ βασιλέως ἀδελφιδῆν, Κρατεροῦ δὲ γυναῖκα γενομένην ὑπʼ Ἀλεξάνδρου δοθεῖσαν, τότε δυναστεύουσαν τῆς πόλεως. καὶ τὰ μὲν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.