Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Ἀντίγονος δʼ ἀκινδύνως ἀνακτησάμενος τήν τε Συρίαν πᾶσαν καὶ Φοινίκην ἐπεβάλετο στρατεύειν ἐπὶ

v.5.p.146
τὴν χώραν τῶν Ἀράβων τῶν καλουμένων Ναβαταίων. κρίνας γὰρ τὸ ἔθνος τοῦτο τῶν ἑαυτοῦ πραγμάτων ἀλλότριον εἶναι, προεχειρίσατο τῶν αὑτοῦ φίλων Ἀθήναιον, δοὺς δʼ αὐτῷ πεζοὺς μὲν εὐζώνους τετρακισχιλίους, ἱππεῖς δὲ τοὺς ἐπιτηδείους εἰς δρόμον ἑξακοσίους συνέταξεν ἐπιθέσθαι τοῖς βαρβάροις ἄφνω καὶ τὴν λείαν πᾶσαν ἀποτεμέσθαι.

χρήσιμον δʼ ἐστὶ τῶν ἀγνοούντων ἕνεκα διελθεῖν τὰ νόμιμα τῶν Ἀράβων τούτων, οἷς χρώμενοι δοκοῦσι τὴν ἐλευθερίαν διαφυλάττειν. ἔχουσι τοίνυν τὸν βίον ὑπαίθριον, πατρίδα καλοῦντες τὴν ἀοίκητον τὴν μήτε ποταμοὺς ἔχουσαν μήτε κρήνας δαψιλεῖς, ἐξ ὧν δυνατὸν στρατόπεδον πολέμιον ὑδρεύσασθαι.

νόμος δʼ ἐστὶν αὐτοῖς μήτε σῖτον σπείρειν μήτε φυτεύειν μηδὲν φυτὸν καρποφόρον μήτε οἴνῳ χρᾶσθαι μήτε οἰκίαν κατασκευάζειν· ὃς δʼ ἂν παρὰ ταῦτα ποιῶν εὑρίσκηται, θάνατον αὐτῷ πρόστιμον εἶναι.

χρῶνται δὲ τῷ νόμῳ τούτῳ διαλαμβάνοντες τοὺς ταῦτα κτωμένους ἀναγκασθήσεσθαι ῥᾳδίως ὑπὸ τῶν δυνατῶν ἕνεκα τῆς τούτων χρείας ποιεῖν τὸ προστασσόμενον. τρέφουσι δʼ αὐτῶν οἱ μὲν καμήλους, οἱ δὲ πρόβατα, τὴν ἔρημον ἐπινέμοντες. οὐκ ὀλίγων δʼ ὄντων Ἀραβικῶν ἐθνῶν τῶν τὴν ἔρημον ἐπινεμόντων οὗτοι πολὺ τῶν ἄλλων προέχουσι ταῖς εὐπορίαις, τὸν ἀριθμὸν ὄντες οὐ πολὺ πλείους τῶν μυρίων·

εἰώθασι γὰρ αὐτῶν οὐκ ὀλίγοι κατάγειν ἐπὶ θάλασσαν

v.5.p.147
λιβανωτόν τε καὶ σμύρναν καὶ τὰ πολυτελέστατα τῶν ἀρωμάτων, διαδεχόμενοι παρὰ τῶν κομιζόντων ἐκ τῆς Εὐδαίμονος καλουμένης Ἀραβίας.

φιλελεύθεροι δέ εἰσι διαφερόντως καὶ ὅταν πολεμίων δύναμις ἁδρὰ προσίῃ, φεύγουσιν εἰς τὴν ἔρημον, ταύτῃ χρώμενοι ὀχυρώματι· ἄνυδρος γὰρ οὖσα τοῖς μὲν ἄλλοις ἀνεπίβατός ἐστι, τούτοις δὲ κατεσκευακόσιν ἀγγεῖα κατὰ γῆς ὀρυκτὰ κεκονιαμένα μόνοις παρέχεται μὴν ἀσφάλειαν.

τῆς γὰρ γῆς οὔσης τῆς μὲν ἀργελλώδους, τῆς δὲ πέτραν ἐχούσης μαλακὴν ὀρύγματα μεγάλα ποιοῦσιν ἐν αὐτῇ, ὧν τὰ μὲν στόμια μικρὰ παντελῶς κατασκευάζουσι, κατὰ βάθους δʼ ἀεὶ μᾶλλον εὐρυχωρῆ ποιοῦντες τὸ τελευταῖον τηλικοῦτʼ ἀποτελοῦσι τὸ μέγεθος ὥστε γίνεσθαι πλευρὰν ἑκάστην πλέθρου.

ταῦτα δὲ τὰ ἀγγεῖα πληροῦντες ὕδατος ὀμβρίου τὰ στόματʼ ἐμφράττουσι καὶ ποιοῦντες ἰσόπεδον τῇ λοιπῇ χώρᾳ σημεῖα καταλείπουσιν ἑαυτοῖς μὲν γιγνωσκόμενα, τοῖς δʼ ἄλλοις ἀνεπινόητα.

ποτίζουσι δὲ καὶ τὴν λείαν διʼ ἡμερῶν τριῶν, ὅπως ἐν ταῖς ἀνυδρίαις καὶ φυγαῖς μὴ προσδέωνται συνεχῶν ὑδάτων. αὐτοὶ δὲ χρῶνται τροφῇ κρέασι καὶ γάλακτι καὶ τῶν ἐκ τῆς γῆς φυομένων τοῖς ἐπιτηδείοις·

φύεται γὰρ παρʼ αὐτοῖς τὸ πέπερι καὶ ἀπὸ τῶν δένδρων μέλι πυλὺ τὸ καλούμενον ἄγριον, ᾧ χρῶνται ποτῷ μεθʼ ὕδατος. ἔστι δὲ καὶ ἄλλα γένη τῶν Ἀράβων, ὧν ἔνια καὶ γεωργεῖ μιγνύμενα τοῖς φορολογουμένοις καὶ μετέχει τῶν αὐτῶν τοῖς Σύροις πλὴν τοῦ πατασκηνοῦν ἐν οἰκίαις.

v.5.p.148