Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

καθʼ ὃν δὴ χρόνον Κάσανδρος ἀκηκοὼς μὲν τὴν τῶν ἰδίων ἧτταν, ἀγνοῶν δὲ τὸ μετὰ ταῦτα γεγονὸς εὐτύχημα κατὰ σπουδὴν ἧκεν εἰς τὴν Ἤπειρον βοηθήσων τοῖς περὶ Λυκίσκον. καταλαβὼν δʼ αὐτοὺς ἐπὶ τοῦ προτερήματος γεγονότας πρὸς μὲν Ἀλκέταν διαλυσάμενος φιλίαν συνέθετο, τῆς δὲ δυνάμεως μέρος ἀναλαβὼν

v.5.p.140
ἀνέζευξεν εἰς τὸν Ἀδρίαν, πολιορκήσων Ἀπολλωνιάτας, ὅτι τὴν φρουρὰν ἐκβαλόντες τὴν αὐτοῦ προσέθεντο τοῖς Ἰλλυριοῖς.

οὐ μὴν οἵ γε ἐν τῇ πόλει κατεπλάγησαν, ἀλλὰ βοήθειαν μεταπεμψάμενοι παρὰ τῶν ἄλλων συμμάχων πρὸ τῶν τειχῶν παρετάξαντο. γενομένης δὲ καρτερᾶς μάχης ἐπὶ πολὺν χρόνον οἱ μὲν Ἀπολλωνιᾶται τοῖς πλήθεσιν ὑπερέχοντες τοὺς ἀντιτεταγμένους φυγεῖν ἠνάγκασαν, ὁ δὲ Κάσανδρος πολλοὺς στρατιώτας ἀποβαλὼν καὶ δύναμιν μὲν οὐκ ἔχων περὶ αὑτὸν ἀξιόχρεω, τὴν δὲ χειμερινὴν ὥραν θεωρῶν ἐπανῆλθεν εἰς Μακεδονίαν.

τούτου δὲ χωρισθέντος Λευκάδιοι προσλαβόμενοι βοήθειαν παρὰ Κορκυραίων ἐξέβαλον τὴν φρουρὰν τοῦ Κασάνδρου. οἱ δʼ Ἠπειρῶται χρόνον μέν τινα διέμενον ὑπʼ Ἀλκέτου βασιλευόμενοι, χρωμένου δʼ αὐτοῦ χαλεπώτερον τοῖς πλήθεσιν αὐτόν τε κατέσφαξαν καὶ δύο τῶν υἱῶν παῖδας ὄντας τὴν ἡλικίαν Ἠσιονέα καὶ Νίσον.