Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οὐκ ἂν τὴν τῶν πασχόντων τύχην ἐλεήσειεν. πᾶσαι μὲν γὰρ αἱ πύλαι τῆς πόλεως ἐκλείσθησαν, πλείους δὲ τῶν τετρακισχιλίων ἀνῃρέθησαν αὐθημερόν, τοῦτο μόνον ἐγκληθέντες ὅτι χαριέστεροι τῶν ἄλλων ἦσαν. τῶν δὲ φυγόντων οἱ μὲν ἐπὶ τὰς πύλας ὁρμήσαντες συνελήφθησαν, οἱ δὲ κατὰ τῶν τειχῶν ῥίπτοντες αὑτοὺς εἰς τὰς ἀστυγείτονας πόλεις διεσώθησαν, τινὲς δὲ διὰ τὸν φόβον ἀπρονοήτως ἁλλόμενοι κατεκρημνίσθησαν.

τὸ δὲ πλῆθος ἦν τῶν ἐκπεσόντων ἐκ τῆς πατρίδος ὑπὲρ τοὺς ἑξακισχιλίους, ὧν οἱ πλεῖστοι κατέφυγον πρὸς τοὺς Ἀκραγαντίνους κἀκεῖ τῆς καθηκούσης ἐπιμελείας ἠξιώθησαν.

οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα διημερεύσαντες ἐν τοῖς τῶν πολιτῶν φόνοις οὐδὲ τῆς εἰς γυναῖκας ὕβρεως καὶ παρανομίας ἀπέσχοντο, ἀλλὰ παρὰ τῶν ἐκπεφευγότων τὸν θάνατον ἱκανὴν ὑπελάμβανον λήψεσθαι τιμωρίαν τὴν εἰς τοὺς συγγενεῖς ἐπήρειαν· δεινότερα γὰρ θανάτου τοὺς μὲν ἄνδρας καὶ πατέρας εἰκὸς ἦν πείσεσθαι γυναικῶν ὕβρεις καὶ παρθένων αἰσχύνας ἀναλογιζομένους.

ἀφʼ ὧν ἡμῖν περιαιρετέον ἐστὶ τὴν ἐπίθετον καὶ συνήθη τοῖς συγγραφεῦσι τραγῳδίαν, μάλιστα μὲν διὰ τὸν τῶν παθόντων ἔλεον, ἔπειτα καὶ διὰ τὸ μηθένα τῶν ἀναγινωσκόντων ἐπιζητεῖν ἀκοῦσαι τὰ κατὰ μέρος, ἐν ἑτοίμῳ τῆς γνώσεως οὔσης.

οἱ γὰρ μεθʼ ἡμέραν ἐν ταῖς ὁδοῖς καὶ κατὰ τὴν ἀγορὰν σφάττειν τολμῶντες τοὺς μηδὲν ἀδικοῦντας οὐ προσδέονται τοῦ δηλώσοντος τί νύκτωρ ἔπραττον καθʼ αὑτοὺς ἐν ταῖς οἰκίαις

v.5.p.18
καὶ πῶς προσεφέροντο παρθένοις ὀρφαναῖς καὶ γυναιξὶν ἐρήμοις μὲν οὔσαις τῶν βοηθησόντων, πεπτωκυίαις δʼ ὑπʼ ἐξουσίαν αὐτοκράτορα τῶν ἐχθίστων.

ὁ δʼ Ἀγαθοκλῆς δυεῖν ἡμερῶν διελθουσῶν ἐπειδή ποτʼ ἐπληρώθη τοῦ κατὰ τῶν πολιτῶν φόνου, τοὺς ζωγρηθέντας ἀθροίσας Δεινοκράτην μὲν ἀφῆκε διὰ τὴν προγεγενημένην φιλίαν, τῶν ἄλλων δὲ τοὺς μὲν ἀλλοτριώτατα διακειμένους ἀνεῖλε, τοὺς δὲ λοιποὺς ἐφυγάδευσε.