Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἀπὸ δὲ τούτων γενόμενος ἀνέζευξεν ἐπὶ Φοινίκην, σπεύδων ναυτικὴν δύναμιν συστήσασθαι· συνέβαινε γὰρ τοὺς μὲν πολεμίους τότε θαλασσοκρατεῖν ναῦς πολλὰς ἔχοντας, αὐτῷ δὲ τὸ παράπαν οὐδʼ ὀλίγας εἶναι. στρατοπεδεύσας δὲ ἐν Τύρῳ τῆς Φοινίκης καὶ πολιορκῆσαι διανοούμενος τὴν Τύρον μετεπέμπετο τοὺς βασιλεῖς τῶν Φοινίκων καὶ τοὺς ὑπάρχους τῆς Συρίας.

καὶ τοὺς μὲν βασιλεῖς προετρέψατο συνεπιλαβέσθαι ναυπηγίας,

v.5.p.93
ἐπειδὴ τὰς ναῦς τὰς ἐκ Φοινίκης ἁπάσας μετὰ τῶν πληρωμάτων Πτολεμαῖος εἶχεν ἐν Αἰγύπτῳ· τοῖς δʼ ὑπάρχοις ἐκέλευσεν ἑτοιμάσαι κατὰ τάχος πυρῶν μὲν μεδίμνων μυριάδας τετρακοσίας πεντήκοντα· τοσοῦτο γὰρ εἰς τὸν ἐνιαυτὸν ἐγίνετο δαπάνημα. αὐτὸς δὲ πανταχόθεν ἀθροίσας ὑλοτόμους καὶ πρίστας, ἔτι δὲ ναυπηγοὺς κατεκόμιζε τὴν ὕλην ἐπὶ θάλασσαν ἐκ τοῦ Λιβάνου, τεμνόντων μὲν αὐτὴν καὶ πριζόντων ἀνδρῶν ὀκτακισχιλίων, κατακομιζόντων δὲ ζευγῶν χιλίων.

τὸ δʼ ὄρος τοῦτο παρήκει μὲν παρά τε τὴν Τρίπολιν καὶ Βυβλίαν, ἔτι δὲ Σιδωνίαν, πλῆρες δʼ ἐστὶ ξύλων κεδρίνων καὶ κυπαρισσίνων θαυμαστῶν τό τε κάλλος καὶ μέγεθος.

ναυπηγεῖα δʼ ἀπέδειξε τρία μὲν κατὰ τὴν Φοινίκην, ἔν τε Τριπόλει καὶ Βύβλῳ καὶ Σιδῶνι, τέταρτον δὲ περὶ Κιλικίαν, κομιζομένης τῆς ὕλης ἐκ τοῦ Ταύρου.

ἦν δὲ καὶ περὶ Ῥόδον ἄλλο, συγχωρήσαντος τοῦ δήμου κατασκευάζειν ναῦς ἀπὸ τῆς ὕλης τῆς εἰσκομιζομένης. τοῦ δʼ Ἀντιγόνου περὶ ταῦτα ὄντος καὶ πλησίον τῆς θαλάσσης κατεστρατοπεδευκότος ἧκεν ἐξ Αἰγύπτου Σέλευκος μετὰ νεῶν ἑκατὸν κεκοσμημένων βασιλικῶς καὶ πλεουσῶν ἱκανῶς. ποιουμένου δʼ αὐτοῦ τὸν παράπλουν παρʼ αὐτὴν τὴν στρατοπεδείαν καταπεφρονηκότως οἵ τε ἐκ τῶν συμμαχίδων πόλεων καὶ πάντες οἱ κοινοπραγοῦντες τοῖς περὶ Ἀντίγονον ἄθυμοι καθειστήκεισαν·

πρόδηλον γὰρ ἦν

v.5.p.94
ὅτι θαλασσοκρατοῦντες οἱ πολέμιοι πορθήσουσι τοὺς τοῖς ἐναντίοις κοινοπραγοῦντας ἀπὸ τῆς πρὸς Ἀντίγονον φιλίας. ὁ δʼ Ἀντίγονος τούτους μὲν παρεκάλει θαρρεῖν, διαβεβαιούμενος ἐν ταύτῃ τῇ θερίᾳ ἀναπλευσεῖσθαι ναυσὶ πεντακοσίαις.