Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

μικρὸν δὲ πρὸ τῆς παρατάξεως Ἀντιγένης ὁ τῶν ἀργυρασπίδων στρατηγὸς ἔπεμψεν ἕνα τῶν Μακεδόνων ἱππέων ἐπὶ τὴν φάλαγγα τῶν ἐναντίων, προστάξας πλησίον παραγενόμενον ἀναβοῆσαι. οὗτος δὲ προσιππεύσας μόνος εἰς φωνῆς ἀκοὴν, καθʼ ὃ μέρος ἡ φάλαγξ ἦν τῶν παρʼ Ἀντιγόνου Μακεδόνων, ἀνεβόησεν «Ἐπὶ τοὺς πατέρας, ὦ κακαὶ κεφαλαί, τοὺς μετὰ Φιλίππου καὶ Ἀλεξάνδρου τὰ ὅλα κατειργασμένους;» οὓς μετʼ ὀλίγον ὄψονται καὶ τῶν βασιλέων καὶ τῶν προγεγονότων ἀγώνων ἀξίους.

καὶ γὰρ ἐτύγχανον κατὰ τοῦτον τὸν καιρὸν τῶν ἀργυρασπίδων οἱ νεώτατοι μὲν περὶ τὰ ἑξήκοντα ἔτη, τῶν δʼ ἄλλων οἱ πλείους μὲν περὶ τὰ ἑβδομήκοντα, τινὲς δὲ καὶ πρεσβύτεροι, πάντες δὲ ταῖς ἐμπειρίαις καὶ ταῖς ῥώμαις ἀνυπόστατοι· τοσαύτη περὶ αὐτοὺς ἦν εὐχειρία καὶ τόλμα διὰ τὴν συνέχειαν τῶν κινδύνων.

γενομένου δὲ τοῦ κηρύγματος καθότι προείρηται, παρὰ μὲν τοῖς περὶ Ἀντίγονον ἐγίνοντο φωναὶ δυσχερεῖς, ὅτι συναναγκάζοιντο πρὸς συγγενεῖς καὶ πρεσβυτέρους διαμάχεσθαι, παρὰ

v.5.p.68
δὲ τοῖς μετʼ Εὐμενοῦς παρατασσομένοις παρακελευσμὸς καὶ βοὴ τὴν ταχίστην ἄγειν ἐπὶ τοὺς πολεμίους. ὧν Εὐμενὴς ὁρῶν τὴν προθυμίαν ἦρεν τὸ σύσσημον, διʼ ὧν παρεστήσατο τοὺς μὲν σαλπιγκτὰς τὸ πολεμικὸν σημαίνειν, τὴν δὲ δύναμιν ἀλαλάξαι πᾶσαν.