Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

νυκτὸς δὲ ἐπιγενομένης ἧκόν τινες ηὐτομοληκότες μὲν ἐκ τῆς Ἀντιγόνου στρατοπεδείας, λέγοντες δʼ ὅτι παρήγγειλε τοῖς στρατιώταις Ἀντίγονος ἀναζευγνύειν περὶ δευτέραν φυλακήν. ὁ δʼ Εὐμενὴς συλλογιζόμενος ἀληθῶς ὑπέλαβε τοὺς πολεμίους ἀποχωρήσειν εἰς τὴν Γαβηνήν·

αὕτη γὰρ ἀπέχουσα τριῶν ἡμερῶν ὁδὸν ἀκέραιος ἦν καὶ πλήρης καρπῶν καὶ χορτασμάτων καὶ καθόλου τῶν δυναμένων χορηγῆσαι τὰ ἐπιτήδεια

v.5.p.45
μεγάλαις δυνάμεσι δαψιλῶς.

πρὸς δὲ τούτοις τοῖς ἀγαθοῖς ὁ τόπος αὐτὸς συνήργει, ποταμοὺς ἔχων καὶ χαράδρας δυσεξόδους. σπεύδων οὖν φθάσαι τοὺς πολεμίους τὸ ὅμοιον ἔπραξε. τῶν μὲν μισθοφόρων τινὰς χρήμασι πείσας ἐξέπεμψεν ὡς αὐτομόλους, συντάξας λέγειν ὅτι διέγνωκεν Εὐμενὴς νυκτὸς ἐπιτίθεσθαι τῷ χάρακι· αὐτὸς δὲ τὴν μὲν ἀποσκευὴν προαπέστειλε, τοῖς δὲ στρατιώταις παρήγγειλε τὴν ταχίστην δειπνοποιησαμένοις ἀναζευγνύειν.

ὧν ἁπάντων ὀξέως συντελεσθέντων Ἀντίγονος ἀκούσας τῶν αὐτομόλων ὅτι μάχεσθαι νυκτὸς διεγνώκασιν οἱ πολέμιοι, τῆς μὲν πορείας ἀπέσχετο, διέτασσε δὲ τὴν δύναμιν εἰς τὸν κίνδυνον.

τοῦ δὲ περὶ ταῦτα θορυβουμένου καὶ περὶ τοῦ μέλλοντος ἀγωνιῶντος ἔλαθον οἱ περὶ τὸν Εὐμενῆ προλαβόντες καὶ τὴν ὁδοιπορίαν ποιούμενοι κατὰ τάχος εἰς τὴν Γαβηνήν. ὁ δʼ Ἀντίγονος μέχρι μέν τινος ἐν τοῖς ὅπλοις συνεῖχε τὴν δύναμιν, ὡς δὲ παρὰ τῶν κατασκόπων ἐπύθετο τὴν ἀποχώρησιν τῶν ἐναντίων, γνοὺς αὑτὸν κατεστρατηγημένον οὐδὲν ἧττον ἀντείχετο τῆς αὐτῆς προαιρέσεως.

παραγγείλας οὖν τοῖς στρατιώταις ἀναζευγνύειν, προῆγε σύντονον τὴν πορείαν ποιούμενος καὶ διωγμῷ παραπλήσιον. προέχοντος δʼ Εὐμενοῦς δύο φυλακὰς ὁρῶν ὅτι καταλαβεῖν οὐ ῥᾴδιόν ἐστι τῇ δυνάμει πάσῃ τοὺς τοσοῦτο προειληφότας, ἐπενόησέ τι τοιοῦτο.

τὴν μὲν ἄλλην δύναμιν παραδοὺς Πίθωνι προσέταξε κατὰ σχολὴν ἀκολουθεῖν, αὐτὸς δὲ τοὺς ἱππεῖς ἀναλαβὼν ἤλαυνεν ἀπὸ ῥυτῆρος καὶ περιλαβὼν ἅμʼ ἡμέρᾳ τὴν οὐραγίαν τῶν πολεμίων καταβαίνουσαν

v.5.p.46
ἀπό τινος ἀκρολοφίας ἐπέστη ταῖς ἀκρωρείαις, φανερὸς ὢν τοῖς ἐναντίοις.

οἱ δὲ περὶ τὸν Εὐμενῆ θεωρήσαντες ἐξ ἱκανοῦ διαστήματος τῶν πολεμίων ἱππεῖς καὶ δόξαντες εἶναι πλησίον ἅπασαν τὴν δύναμιν, τῆς μὲν πορείας ἐπέσχον, τὴν δὲ στρατιὰν διέτασσον, ὡς αὐτίκα τῆς παρατάξεως γενησομένης.

οἱ μὲν οὖν ἡγεμόνες ἀμφοτέρων τῶν στρατοπέδων τὸν προειρημένον τρόπον ἀλλήλους κατεστρατήγησαν, ὥσπερ προαγωνιζόμενοι περὶ συνέσεως καὶ δεικνύοντες ὅτι τὰς ἐλπίδας ἐν αὑτοῖς ἀντἔχουσι τῆς νίκης.

ὁ δʼ οὖν Ἀντίγονος διὰ ταύτης τῆς ἐπινοίας ἐκώλυσε μὲν τοὺς πολεμίους προάγειν εἰς τοὔμπροσθεν, αὑτῷ δὲ δοὺς ἄνεσιν εἰς τὸ προσδέξασθαι τὴν δύναμιν, ἐπειδὴ τὸ στρατόπεδον ἧκεν, ἅπαν ἐξέταξεν εἰς μάχην καὶ κατέβαινε συντεταγμένος ἐπὶ τοὺς πολεμίους καταπληκτικῶς.