Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οἱ δὲ περὶ τὸν Εὐμενῆ σατράπαι καὶ στρατηγοὶ πυθόμενοι τοὺς πολεμίους ἐν τῇ Μηδίᾳ στρατοπεδεύειν, διέστησαν πρὸς ἀλλήλους. Εὐμενὴς μὲν γὰρ καὶ Ἀντιγένης ὁ τῶν ἀργυρασπίδων ἡγούμενος καὶ πάντες οἱ τὴν ἀπὸ θαλάσσης ἀνάβασιν πεποιημένοι πάλιν ᾤοντο δεῖν ἐπὶ θάλατταν καταβαίνειν, οἱ δʼ ἐκ τῶν ἄνω σατραπειῶν καταβεβηκότες ἀγωνιῶντες ὑπὲρ τῶν ἰδίων ἔφασαν δεῖν ἀντέχεσθαι τῶν ἄνω τόπων.

αὐξομένης δὲ τῆς διαφορᾶς Εὐμενὴς ὁρῶν ὅτι διαιρεθέντος τοῦ στρατοπέδου κατʼ ἰδίαν ἑκάτερον τῶν μερῶν οὐκ ἀξιόμαχόν ἐστι, συνεχώρησε τοῖς καταβεβηκόσι

v.5.p.39
σατράπαις. ἀναζεύξαντες οὖν ἀπὸ τοῦ Πασιτίγριος προῆγον τῆς Περσίδος εἰς Περσέπολιν τὸ βασίλειον, οὔσης τῆς ὁδοιπορίας ἡμερῶν εἴκοσι καὶ τεσσάρων, ἧς ἦν ἡ πρώτη μὲν ἕως τῆς καλουμένης Κλίμακος κοίλη, καυματώδης δὲ καὶ σπανίζουσα τῶν ἐπιτηδείων, ἡ λοιπὴ δὲ μετέωρος καὶ τὸν ἀέρα παντελῶς ὑγιεινὸν ἔχουσα καὶ πλήρης τῶν ἐπετείων καρπῶν·

αὐλῶνάς τε γὰρ εἶχε πυκνοὺς καὶ συσκίους καὶ παραδείσων φυτείας ποικίλας, ἔτι δὲ παντοδαπῶν δένδρων φυσικὰς συναγκίας καὶ ῥύσεις ὑδάτων, ὥστε τοὺς ὁδοιποροῦντας μετὰ πολλῆς τέρψεως ἐνδιατρίβειν τόποις ἡδίστοις πρὸς ἀνάπαυσιν. ἦν δὲ καὶ λείας παντοδαπῆς πλῆθος, ἣν μεταπεμπόμενος Πευκέστης παρὰ τῶν ἐγχωρίων διεδίδου δαψιλῆ τοῖς στρατιώταις, ἐκκαλούμενος αὐτῶν τὴν εὔνοιαν.

κατοικοῦσι δὲ ταύτην τὴν χώραν τῶν Περσῶν οἱ μαχιμώτατοι, πάντες ὄντες τοξόται καὶ σφενδονῆται, πολυανθρωπίᾳ τε πολὺ διαφέρειν συμβαίνει τὴν χώραν ταύτην τῶν ἄλλων σατραπειῶν.