Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πραττομένοις Ἄτταλος καὶ Πολέμων καὶ Δόκιμος, ἔτι δὲ Ἀντίπατρος καὶ Φιλώτας, οἱ μετὰ τῆς Ἀλκέτου δυνάμεως ἁλόντες ἡγεμόνες, ἐφυλάττοντο μὲν ἔν τινι φρουρίῳ καθʼ ὑπερβολὴν ὀχυρῷ, ἀκούσαντες δὲ τοὺς περὶ τὸν Ἀντίγονον εἰς τὰς ἄνω σατραπείας ποιεῖσθαι τὴν πορείαν, νομίζοντες εὔθετον ἔχειν καιρόν, ἔπεισάν τινας τῶν τηρούντων αὐτοὺς λῦσαι, κυριεύσαντες δὲ ὅπλων ἐπέθεντο τῇ φυλακῇ περὶ μέσας νύκτας. αὐτοὶ μὲν οὖν ὀκτὼ τὸν ἀριθμὸν ὄντες, τηρούμενοι δὲ ὑπὸ στρατιωτῶν τετρακοσίων, διαφέροντες δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις διὰ τὴν μετʼ Ἀλεξάνδρου στρατείαν Ξενοπείθη μὲν τὸν φρούραρχον συναρπάσαντες ὑπὲρ τὸ τεῖχος ἔρριψαν, σταδιαῖον ἐχούσης τῆς πέτρας ὕψος, τῶν δʼ ἄλλων τοὺς μὲν κατασφάξαντες, τοὺς δὲ ἐκβαλόντες ἐνεπύρισαν τὰς οἰκίας.

τῶν δʼ ἔξωθεν καραδοκούντων προσελάβοντο τὸν ἀριθμὸν εἰς πεντήκοντα. τοὺ δὲ φρουρίου σίτου τε πλῆθος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔχοντος ἐβουλεύοντο πότερον χρὴ μένειν καὶ χρῆσθαι

v.5.p.31
τῇ τῶν τόπων ὀχυρότητι, καραδοκοῦντας τὴν παρʼ Εὐμενοῦς βοήθειαν, ἢ φυγόντας τὴν ταχίστην ἀλᾶσθαι κατὰ τὴν χώραν, καιροτηροῦντας τὰς μεταβολάς.

γιγνομένης δὲ πλείονος ἀντιλογίας Δόκιμος μὲν ἐκχωρεῖν συνεβούλευεν, οἱ δὲ περὶ τὸν Ἄτταλον οὐκ ἔφασαν δυνήσεσθαι κακοπαθεῖν διὰ τὴν ἐν τοῖς δεσμοῖς γενομένην κακουχίαν. τούτων δὲ πρὸς ἀλλήλους διισταμένων ἔφθασαν ἐκ τῶν σύνεγγυς φρουρίων συνδραμόντες στρατιῶται πεζοὶ μὲν πλείους τῶν πεντακοσίων, ἱππεῖς δὲ τετρακόσιοι, χωρὶς δὲ τούτων ἐκ τῶν ἐγχωρίων ἄλλοι παντοδαποὶ πλείους τῶν τρισχιλίων, οἳ στρατηγὸν ἐξ ἑαυτῶν καταστήσαντες περιεστρατοπέδευσαν τὸ χωρίον.

παραδόξως δὲ πάλιν αὐτῶν κατακλεισθέντων Δόκιμος μὲν κατάβασίν τινα κατανοήσας ἀφύλακτον διεπρεσβεύσατο πρὸς τὴν Ἀντιγόνου γυναῖκα Στρατονίκην, οὖσαν πλησίον τῶν τόπων, καὶ δεύτερος διὰ ταύτης ἐκπηδήσας αὐτὸς μὲν οὐκ ἔτυχε πίστεως, ἀλλʼ εἰς φυλακὴν παρεδόθη, ὁ δὲ συγκαταβὰς αὐτῷ καθηγησάμενος τοῖς πολεμίοις ἀνήγαγεν εἰς τὸ χωρίον οὐκ ὀλίγους καὶ κατελάβετο μίαν τῶν ὀρθίων πετρῶν.

οἱ δὲ περὶ τὸν Ἄτταλον πολὺ λειπόμενοι τοῖς πλήθεσι διὰ τὰς ἀρετὰς ἀντείχοντο καὶ καθʼ ἡμέραν ἀγωνιζόμενοι διεκαρτέρουν· πολιορκηθέντες δὲ ἐνιαυτὸν καὶ μῆνας τέσσαρας ἥλωσαν κατὰ κράτος.