Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πρασσομένοις Δεινοκράτης ὁ τῶν Συρακοσίων φυγάδων ἡγούμενος πρὸς μὲν τοὺς Καρχηδονίους διεπέμπετο, βοηθεῖν ἀξιῶν πρὶν ἢ τὸν Ἀγαθοκλέα πᾶσαν ὑφʼ ἑαυτὸν ποιήσασθαι Σικελίαν,

αὐτὸς δὲ προσδεξάμενος τοὺς ἐκ Μεσσήνης ἐκβεβλημένους φυγάδας, ἔχων ἁδρὰν δύναμιν, ἀπέστειλέν τινα τῶν περὶ αὑτὸν Νυμφόδωρον, δοὺς μέρος τῶν στρατιωτῶν,

ἐπὶ τὴν Κεντοριπίνων πόλιν· ταύτην γὰρ φρουρουμένην ὑπʼ Ἀγαθοκλέους τῶν πολιτικῶν τινες ἐπηγγείλαντο παραδώσειν, ἐφʼ ὅτῳ τὴν αὐτονομίαν δοθῆναι τῷ δήμῳ. παρεισπεσόντος δʼ εἰς τὴν πόλιν αὐτοῦ νυκτὸς οἱ προεστῶτες τῆς φρουρᾶς αἰσθόμενοι τὸ γεγονὸς αὐτόν τε τὸν Νυμφόδωρον ἀνεῖλον καὶ τοὺς βιαζομένους ἐντὸς τοῦ τείχους.

ταύτης δὲ τῆς ἀφορμῆς λαβόμενος Ἀγαθοκλῆς ἐνεκάλεσέ τε τοῖς Κεντοριπίνοις καὶ τοὺς δόξαντας αἰτίους γεγονέναι τοῦ νεωτερισμοῦ πάντας ἀπέσφαξε. περὶ ταῦτα δʼ ὄντος τοῦ δυνάστου Καρχηδόνιοι καταπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων πεντήκοντα σκάφεσιν ἄλλο μὲν οὐδὲν ἠδυνήθησαν πρᾶξαι, δυσὶ δὲ περιπεσόντες φορτηγοῖς πλοίοις τὴν μὲν ἐξ Ἀθηνῶν κατέδυσαν, τῶν δʼ ἐπιπλεόντων τὰς χεῖρας ἀπέκοψαν.

δοξάντων δʼ αὐτῶν ὠμῶς κεχρῆσθαι μηδʼ ὁτιοῦν ἀδικοῦσι ταχὺ τὸ δαιμόνιον αὐτοῖς ἐπεσήμαινεν· εὐθὺ γὰρ τοῦ στόλου τινὲς

v.5.p.161
νῆες ἀποσχισθεῖσαι περὶ τὴν Βρεττίαν ἑάλωσαν ὑπὸ τῶν Ἀγαθοκλέους στρατηγῶν καὶ τὸ παραπλήσιον οἱ ζωγρηθέντες τῶν Φοινίκων ἔπαθον οἷς ἔπραξαν εἰς τοὺς ἁλόντας.