Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ μὲν οὖν Δημήτριος ὁρμήσας ἐκ

v.5.p.156
Δαμασκοῦ τῆς Συρίας τὸ συνταχθὲν ὑπὸ τοῦ πατρὸς ἐπετέλει μετὰ σπουδῆς· ὁ δὲ καθεσταμένος ὑπὸ Σελεύκου τῆς Βαβυλωνίας στρατηγὸς Πατροκλῆς πυθόμενος περὶ Μεσοποταμίαν εἶναι τοὺς πολεμίους, ὑπομεῖναι μὲν τὴν ἔφοδον αὐτῶν οὐκ ἐτόλμησεν, ὀλίγους ἔχων περὶ αὑτόν, ἀλλὰ τοῖς μὲν ἄλλοις προσέταξεν ἐκλιπεῖν τὴν πόλιν καὶ τοὺς μὲν αὐτῶν διαβάντας τὸν Εὐφράτην φυγεῖν εἰς τὴν ἔρημον, τοὺς δὲ περάσαντας τὸν Τίγριν ἀπελθεῖν εἰς τὴν Σουσιανὴν πρὸς Εὐτελῆ καὶ τὴν Ἐρυθρὰν θάλατταν,

αὐτὸς δὲ μεθʼ ὧν εἶχε στρατιωτῶν προβολαῖς χρώμενος ῥεύμασι ποταμῶν καὶ διώρυξιν ἀνεστρέφετο περὶ τὴν σατραπείαν, ἅμα μὲν ἐφεδρεύων τοῖς πολεμίοις, ἅμα δὲ πέμπων πρὸς Σέλευκον εἰς Μηδίαν περὶ τῶν ἀεὶ συντελουμένων καὶ παρακαλῶν βοηθεῖν τὴν ταχίστην.

ὁ δὲ Δημήτριος ἐπειδὴ παραγενόμενος εἰς Βαβυλῶνα τὴν πόλιν ἐκλελειμμένην εὗρεν, πολιορκεῖν ἐπεχείρει τὰς ἀκροπόλεις. ὧν τὴν ἑτέραν ἑλὼν ἔδωκε τοῖς ἰδίοις στρατιώταις εἰς διαρπαγήν· τὴν δʼ ἑτέραν πολιορκήσας ἡμέρας τινάς, ἐπειδὴ χρόνου προσεδεῖτο, Ἀρχέλαον μὲν ἕνα τῶν φίλων ἀπέλιπε στρατηγὸν ἐπὶ τῆς πολιορκίας, δοὺς αὐτῷ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ χιλίους, αὐτὸς δέ, τοῦ χρόνου συντρέχοντος ἐν ᾧ συντεταγμένον

v.5.p.157
ἦν τὴν ἄφοδον αὐτῷ ποιήσασθαι, μετὰ τῆς λοιπῆς δυνάμεως τὴν ἐπὶ θάλασσαν κατάβασιν ἐποιεῖτο.