Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οἱ δὲ Μεγαλοπολῖται γνόντες τὴν ἐπιβουλὴν τοῦ Πολυπέρχοντος ἐψηφίσαντο τὰ μὲν ἀπὸ τῆς χώρας κατάγειν εἰς τὴν πόλιν, τῶν δὲ πολιτῶν καὶ ξένων καὶ δούλων ἀριθμὸν ποιησάμενοι μυρίους καὶ πεντακισχιλίους εὗρον τοὺς δυναμένους παρέχεσθαι τὰς πολεμικὰς χρείας. εὐθὺς οὖν τοὺς μὲν εἰς τάξεις κατελόχιζον, οὓς δὲ πρὸς τὰς ὑπηρεσίας τοῖς ἔργοις καθίστανον, οὓς δʼ ἐπὶ τὴν ἐπιμέλειαν τῶν τειχῶν ἔταττον.

ὑφʼ ἕνα δὲ καὶ τὸν αὐτὸν καιρὸν οἱ μὲν περὶ τὴν πόλιν τάφρον ὤρυττον βαθεῖαν, οἱ δὲ ἀπὸ τῆς χώρας χάρακα παρεκόμιζον, τινὲς δὲ τὰ πεπονηκότα τῶν τειχῶν κατεσκεύαζον, ἄλλοι δὲ περὶ τὰς ὁπλοποιίας καὶ τὴν κατασκευὴν τῶν ὀξυβελῶν καταπελτῶν ἐγίνοντο, πᾶσα δʼ ἡ πόλις ἐν ἔργοις καθειστήκει διά τε τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ διὰ τοὺς προσδοκωμένους κινδύνους·

διεβεβόητο γὰρ τό τε μέγεθος τῆς βασιλικῆς δυνάμεως καὶ τὸ πλῆθος τῶν συνακολουθούντων ἐλεφάντων καὶ δοκούντων ἀνυπόστατον ἔχειν τήν τε ἀλκὴν καὶ τὴν τοῦ σώματος ὁρμήν.

ταχὺ δὲ πάντων εὐτρεπῶν γενομένων ὁ μὲν Πολυπέρχων ἧκε μετὰ πάσης τῆς δυνάμεως καὶ πλησίον τῆς πόλεως ἐστρατοπέδευσε δύο θέμενος παρεμβολάς, τὴν μὲν τῶν Μακεδόνων, τὴν δὲ τῶν συμμάχων. κατασκευάσας δὲ πύργους ξυλίνους ὑψηλοτέρους

v.4.p.419
τῶν τειχῶν προσῆγε τῇ πόλει κατὰ τοὺς εὐθέτους τόπους καὶ βέλη παντοδαπὰ καὶ τοὺς ἀγωνιζομένους ἐπιστήσας ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων ἀντιτεταγμένους.