Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Κάσανδρος δὲ παρʼ Ἀντιγόνου λαβὼν ναῦς μακρὰς τριάκοντα· καὶ πέντε, στρατιώτας δὲ τετρακισχιλίους κατέπλευσεν εἰς τὸν Πειραιᾶ. προσδεχθεὶς δʼ ὑπὸ Νικάνορος τοῦ φρουράρχου παρέλαβε τὸν Πειραιᾶ καὶ τὰ κλεῖθρα τοῦ λιμένος· τὴν δὲ Μουνυχίαν αὐτὸς ὁ Νικάνωρ κατεῖχεν, μὲν ἔχων ἰδίους στρατιώτας ἱκανοὺς εἰς τὸ τηρεῖν τὸ φρούριον.

Πολυπέρχων δὲ μετὰ τῶν βασιλέων ἔτυχε μὲν διατρίβων περὶ τὴν Φωκίδα, πυθόμενος δὲ τὸν εἰς Πειραιᾶ κατάπλουν τοῦ Κασάνδρου παρῆλθεν εἰς τὴν Ἀττικὴν καὶ πλησίον τοῦ Πειραιῶς κατεστρατοπέδευσεν.

εἶχεν δὲ μεθʼ ἑαυτοῦ στρατιώτας πεζοὺς μὲν Μακεδόνας δισμυρίους, τῶν δʼ ἄλλων συμμάχων περὶ τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους, ἐλέφαντας δὲ ἑξήκοντα πέντε. ἐπεβάλετο μὲν οὖν πολιορκεῖν τοὺς περὶ τὸν Κάσανδρον, σπανίζων δὲ τροφῆς καὶ τὴν πολιορκίαν ὑπολαμβάνων ἔσεσθαι πολυχρόνιον ἠναγκάσθη μέρος τῆς δυνάμεως ἀπολιπεῖν κατὰ τὴν Ἀττικὴν τὸ δυνάμενον ἔχειν τὴν τοῦ σίτου χορηγίαν, ἡγουμένου τοῦ υἱοῦ Ἀλεξάνδρου, αὐτὸς δὲ

v.4.p.417
τὸ πλεῖστον τῆς δυνάμεως ἀναλαβὼν παρῆλθεν εἰς Πελοπόννησον, συναναγκάσων τοὺς Μεγαλοπολίτας πειθαρχεῖν τοῖς βασιλεῦσιν, οἳ ἐτύγχανον μὲν τὰ Κασάνδρου φρονοῦντες καὶ διὰ τῆς ὑπʼ Ἀντιπάτρου καθεσταμένης ὀλιγαρχίας διοικούμενοι.