Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πραττομένοις Νικάνωρ ὁ τὴν Μουνυχίαν κατέχων ἀκούων τὸν μὲν Κάσανδρον ἐκ Μακεδονίας κεχωρίσθαι πρὸς Ἀντίγονον, τὸν δὲ Πολυπέρχοντα προσδόκιμον εἶναι συντόμως ἥξειν εἰς τὴν Ἀττικὴν μετὰ τῆς δυνάμεως ἠξίου τοὺς Ἀθηναίους διαφυλάττειν τὴν πρὸς τὸν Κάσανδρον εὔνοιαν.

οὐθενὸς

v.4.p.411
δὲ αὐτῷ προσέχοντος, ἀλλὰ καὶ τὴν φρουρὰν πάντων οἰομένων δεῖν ἐξάγειν τὴν ταχίστην τὸ μὲν πρῶτον παρακρουσάμενος τὸν δῆμον ἔπεισεν ὀλίγας ἡμέρας ἐπισχεῖν· πράξειν γὰρ αὐτὸν τὰ συμφέροντα τῇ πόλει· μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπί τινας ἡμέρας ἡσυχίαν ἐχόντων ἔλαθε νυκτὸς κατʼ ὀλίγους στρατιώτας εἰσαγαγὼν εἰς τὴν Μουνυχίαν, ὥστε γενέσθαι δύναμιν ἀξιόχρεων τηρεῖν τὴν φυλακὴν καὶ διαγωνίζεσθαι πρὸς τοὺς ἐπιβαλλομένους πολιορκεῖν τὴν φρουράν.

οἱ δὲ Ἀθηναῖοι γνόντες τὸν Νικάνορα μηδὲν ὑγιὲς πράττοντα πρὸς μὲν τοὺς βασιλέας καὶ Πολυπέρχοντα πρεσβείαν ἐξέπεμψαν, ἀξιοῦντες βοηθεῖν αὐτοῖς κατὰ τὸ διάγραμμα τὸ γραφὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων αὐτονομίας· αὐτοὶ δὲ πλεονάκις ἐκκλησίαν συναγαγόντες ἐβουλεύοντο πῶς χρηστέον εἴη περὶ τοῦ πρὸς Νικάνορα πολέμου.

τούτων δʼ ἔτι περὶ ταῦτʼ ἀσχολουμένων ὁ Νικάνωρ, πολλοὺς ἐξενολογηκώς, λάθρᾳ νυκτὸς ἐξαγαγὼν τοὺς στρατιώτας κατελάβετο τὰ τείχη τοῦ Πειραιέως καὶ τοῦ λιμένος τὰ κλεῖθρα. οἱ δὲ Ἀθηναῖοι τὴν μὲν Μουνυχίαν οὐκ ἀπειληφότες, τὸν δὲ Πειραιᾶ προσαποβεβληκότες χαλεπῶς ἔφερον.

διόπερ ἑλόμενοι πρέσβεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ φιλίαν ἐχόντων πρὸς Νικάνορα Φωκίωνα τὸν Φώκου καὶ Κόνωνα τὸν Τιμοθέου καὶ Κλέαρχον τὸν Ναυσικλέους ἐξαπέστειλαν, ἐγκαλοῦντες μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἀξιοῦντες δὲ ἀποδοῦναι τὴν αὐτονομίαν αὐτοῖς κατὰ τὸ γεγενημένον διάταγμα. ὁ δὲ Νικάνωρ ἀποκρίσεις

v.4.p.412
ἔδωκε πρεσβεύειν αὐτοὺς πρὸς Κάσανδρον· ὑπʼ ἐκείνου γὰρ καθεσταμένον φρούραρχον μηδαμῶς ἔχειν ἐξουσίαν ἰδιοπραγεῖν.