Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

κατὰ δὲ τὴν Ἀσίαν Ἀρριδαῖος καὶ Πίθων οἱ τῶν βασιλέων ἐπιμεληταὶ ἀναζεύξαντες ἀπὸ τοῦ Νείλου μετὰ τῶν βασιλέων καὶ τῆς δυνάμεως ἧκον εἰς Τριπαράδεισον τῆς ἄνω Συρίας.

ἐνταῦθα δὲ Εὐρυδίκης τῆς βασιλίσσης πολλὰ περιεργαζομένης καὶ ταῖς τῶν ἐπιμελητῶν ἐπιβολαῖς ἀντιπραττούσης οἱ μὲν περὶ τὸν Πίθωνα δυσχρηστούμενοι καὶ τοὺς Μακεδόνας ὁρῶντες τοῖς ἐκείνης προστάγμασιν ἀεὶ μᾶλλον προσέχοντας συνήγαγον ἐκκλησίαν καὶ τὴν ἐπιμέλειαν ἀπείπαντο,

οἱ δὲ Μακεδόνες ἐπιμελητὴν εἵλαντο τὸν Ἀντίπατρον

v.4.p.376
αὐτοκράτορα. οὗτος δὲ μετʼ ὀλίγας ἡμέρας καταντήσας εἰς Τριπαράδεισον κατέλαβε τὴν Εὐρυδίκην στασιάζουσαν καὶ τοὺς Μακεδόνας ἀπαλλοτριοῦσαν ἀπὸ τοῦ Ἀντιπάτρου.

ταραχῆς δὲ μεγάλης οὔσης ἐν ταῖς δυνάμεσι καὶ κοινῆς ἐκκλησίας συναχθείσης ὁ μὲν Ἀντίπατρος διαλεχθεὶς τοῖς πλήθεσι τὴν μὲν ταραχὴν κατέπαυσε, τὴν δʼ Εὐρυδίκην καταπληξάμενος ἔπεισε τὴν ἡσυχίαν ἄγειν.

μετὰ δὲ ταῦτα τὰς σατραπείας ἐξ ἀρχῆς ἐμερίσατο καὶ Πτολεμαίῳ μὲν τὴν προϋπάρχουσαν προσώρισεν· ἀδύνατον γὰρ ἦν τοῦτον μεταθεῖναι διὰ τὸ δοκεῖν τὴν Αἴγυπτον διὰ τῆς ἰδίας ἀνδρείας ἔχειν οἱονεὶ δορίκτητον.

καὶ Λαομέδοντι μὲν τῷ Μιτυληναίῳ Συρίαν ἔδωκε, Φιλοξένῳ δὲ τὴν Κιλικίαν, τῶν δʼ ἄνω σατραπειῶν Μεσοποταμίαν μὲν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ, τὴν δὲ Βαβυλωνίαν Σελεύκῳ, Ἀντιγένει δὲ τὴν Σουσιανὴν διὰ τὸ τοῦτον πρῶτον πεποιῆσθαι τὴν ἐπὶ τὸν Περδίκκαν ἐπίθεσιν, Πευκέστῃ δὲ τὴν Περσίδα, Τληπολέμῳ δὲ τὴν Καρμανίαν, Πίθωνι δὲ Μηδίαν, Φιλίππῳ δὲ τὴν Παρθυαίαν, Ἀρίαν δὲ καὶ Δραγγηνὴν Στασάνδρῳ τῷ Κυπρίῳ, τὴν δὲ Βακτριανὴν καὶ Σογδιανὴν Στασάνορι τῷ Σολίῳ ἀπὸ τῆς αὐτῆς ὄντι νήσου. Παροπανισάδας δὲ Ὀξυάρτῃ προσώρισε τῷ Ῥωξάνης πατρὶ τῆς Ἀλεξάνδρου γυναικός, τῆς δὲ Ἰνδικῆς τὰ μὲν συνορίζοντα

v.4.p.377
Παροπανισάδαις Πίθωνι τῷ Ἀγήνορος, τὰς δʼ ἐχομένας βασιλείας τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν Πώρῳ, τὴν δὲ παρὰ τὸν Ὑδάσπην Ταξίλῃ ʽοὐ γὰρ ἦν τούτους τοὺς βασιλεῖς μετακινῆσαι χωρὶς βασιλικῆς δυνάμεως καὶ ἡγεμόνος ἐπιφανοῦσʼ, τῶν δὲ πρὸς τὴν ἄρκτον κεκλιμένων Καππαδοκίαν μὲν Νικάνορι, Φρυγίαν δὲ τὴν μεγάλην καὶ Λυκίαν Ἀντιγόνῳ, καθάπερ πρότερον ἔσχε, Καρίαν δὲ Κασάνδρῳ, Λυδίαν δὲ Κλείτῳ, Φρυγίαν δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Ἀρριδαίῳ.

στρατηγὸν δὲ τῆς βασιλικῆς δυνάμεως ἀπέδειξεν Ἀντίγονον, ᾧ προστεταγμένον ἦν καταπολεμῆσαι Εὐμενῆ τε καὶ Ἀλκέταν· παρέζευξε δὲ τῷ Ἀντιγόνῳ χιλίαρχον τὸν υἱὸν Κάσανδρον, ὅπως μὴ δύνηται διαλαθεῖν ἰδιοπραγῶν. αὐτὸς δὲ τοὺς βασιλεῖς ἀναλαβὼν καὶ τὴν ἰδίαν δύναμιν προῆγεν ἐπὶ Μακεδονίαν, κατάξων τοὺς βασιλεῖς ἐπὶ τὴν πατρίδα.