Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ δὲ Περδίκκας κατανοήσας τὴν δυσκολίαν τοῦ ῥείθρου τοὺς μὲν ἐλέφαντας τοῦ ποταμοῦ ἐκ τῶν εὐωνύμων ἐπέστησεν, ἐκδεχόμενος τὴν καταφορὰν τοῦ ποταμοῦ, καταπραϋνοῦντας τὸ ῥεῖθρον, τοὺς δʼ ἱππεῖς ἐκ τοῦ δεξιοῦ μέρους ἔταξε, διʼ ὧν ἐξεδέχετο τοὺς παραφερομένους ὑπὸ τοῦ ποταμοῦ καὶ διέσωζεν εἰς τὸ πέραν.

ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι κατὰ τὴν διάβασιν τῆς δυνάμεως ταύτης. τῶν πρώτων γὰρ ἀσφαλῶς διαβάντων οἱ μετὰ ταῦτα περαιούμενοι μεγάλοις περιέπιπτον κινδύνοις· ὁ γὰρ ποταμὸς οὐδεμιᾶς οὔσης αἰτίας φανερᾶς πολλῷ βαθύτερος ἐγίνετο καὶ τῶν σωμάτων ὅλων καταδυομένων ἅπαντες εἰς πολλὴν ἀμηχανίαν περιέπιπτον.

τῆς δὲ κατὰ τὴν πλήρωσιν αἰτίας ἐπιζητουμένης τὸ μὲν ἀληθὲς ἀσυλλόγιστον ἦν, ἔφασαν δʼ οἱ μὲν ἐν τοῖς ἄνω τόποις ἐγκεχωσμένην

v.4.p.371
διώρυγα πάλιν ἐκφραχθῆναι καὶ συμμιχθεῖσαν τῷ ποταμῷ βαθύτερον πεποιηκέναι τὸν πόρον, οἱ δʼ ὄμβρους ἐν τοῖς ἄνω τόποις γενομένους αὐξῆσαι τὸ μέγεθος τοῦ Νείλου.

τούτων δʼ οὐδέτερον ἦν, ἀλλὰ τοῦ πόρου τὴν μὲν πρώτην διάβασιν ἀσφαλεστέραν συνέβαινε γεγονέναι ἀκεραίου τῆς κατὰ τὴν διάβασιν ἄμμου γεγενημένης, κατὰ δὲ τὰς ἄλλας ὑπὸ τῶν προδιαβεβηκότων ἵππων τε καὶ ἐλεφάντων, ἔτι δὲ πεζῶν τοῖς μὲν ποσὶ τὴν ἄμμον πατουμένην καὶ κινουμένην ὑπὸ τοῦ ῥείθρου κατενεχθῆναι καὶ διὰ τοῦτο κοιλωθέντος τοῦ πόρου βαθυτέραν γενέσθαι τὴν διάβασιν κατὰ μέσον τὸν ποταμόν.

διὰ δὲ ταύτην τὴν αἰτίαν ἀδυνατούσης τῆς λοιπῆς δυνάμεως διαβῆναι τὸν ποταμὸν ὁ Περδίκκας εἰς πολλὴν ἀπορίαν ἐνέπιπτεν καὶ τῶν μὲν διαβεβηκότων οὐκ ἀξιομάχων ὄντων τοῖς πολεμίοις, τῶν δʼ ἐν τῷ πέραν μὴ δυναμένων βοηθεῖν τοῖς ἰδίοις προσέταξεν εἰς τοὐπίσω πάλιν ἀπιέναι πάντας.

διόπερ ἀναγκασθέντων ἁπάντων περαιοῦσθαι τὸ ῥεῖθρον οἱ μὲν ἐπιστάμενοι καλῶς νεῖν καὶ τοῖς σώμασιν ἰσχυρότατοι μετὰ πολλῆς κακοπαθίας διενήξαντο τὸν Νεῖλον, πολλὰ τῶν ὅπλων ἀποβαλόντες, τῶν δʼ ἄλλων διὰ τὴν ἀπειρίαν οἱ μὲν ὑπὸ τοῦ ῥείθρου κατεπόθηαν, οἱ δὲ πρὸς τοὺς πολεμίους ἐξέπεσον, οἱ πλεῖστοι δὲ παρενεχθέντες ἐπὶ πολὺν τόπον ὑπὸ τῶν ἐν τῷ ποταμῷ θηρίων κατεβρώθησαν.