Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

κατὰ δὲ τούτους τοὺς καιροὺς Ἀντίπατρος καὶ Κρατερὸς ἐπὶ τοὺς Αἰτωλοὺς ἐστράτευσαν, ἔχοντες πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ

v.4.p.356
δισχιλίους καὶ πεντακοσίους· οὗτοι γὰρ τῶν ἐν τῷ Λαμιακῷ πολέμῳ διαπολεμησάντων ὑπόλοιποι διέμενον ἀχείρωτοι.

οἱ δὲ Αἰτωλοὶ τηλικούτων δυνάμεων ἐπʼ αὐτοὺς ὡρμημένων οὐ κατεπλάγησαν ταῖς ψυχαῖς, ἀλλὰ τοὺς μὲν ἀκμάζοντας ταῖς ἡλικίαις ἀθροίσαντες εἰς μυρίους κατέφυγον εἰς τοὺς ὀρεινοὺς καὶ τραχεῖς τόπους, εἰς οὓς τέκνα καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας καὶ τὸ τῶν χρημάτων πλῆθος ἀπέθεντο, καὶ τὰς μὲν ἀνωχύρους πόλεις ἐξέλιπον, τὰς δὲ ὀχυρότητι διαφερούσας φρουραῖς ἀξιολόγοις διαλαβόντες εὐτόλμως ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.