Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

μετὰ δὲ τὴν ἀπώλειαν τῶν πόλεων ἧκον δύο γυναῖκες εἰς συνοικισμὸν τῷ Περδίκκᾳ, Νίκαιά τε ἡ Ἀντιπάτρου θυγάτηρ, ἣν αὐτὸς ὁ Περδίκκας ἦν μεμνηστευκώς, καὶ Κλεοπάτρα ἡ Ἀλεξάνδρου μὲν

v.4.p.355
ἀδελφὴ γνησία, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου.

ὁ δὲ Περδίκκας πρότερον μὲν ἦν κεκρικὼς κοινοπραγίαν Ἀντιπάτρῳ καὶ διὰ τοῦτο τὴν μνηστείαν ἐπεποίητο, μήπω τῶν κατʼ αὐτὸν πραγμάτων βεβαίως ἐστερεωμένων· ὡς δὲ παρέλαβε τάς τε βασιλικὰς δυνάμεις καὶ τὴν τῶν βασιλέων προστασίαν, μετέπεσε τοῖς λογισμοῖς.

ὀρεγόμενος γὰρ βασιλείας ἔσπευδε τὴν Κλεοπάτραν γῆμαι, νομίζων διὰ ταύτης προτρέψεσθαι τοὺς Μακεδόνας συγκατάσκευάζειν αὐτῷ τὴν τῶν ὅλων ἐξουσίαν. οὔπω δὲ βουλόμενος ἀποκαλύψασθαι πρὸς τὴν ἐπιβολὴν κατὰ μὲν τὸ παρὸν ἦγε τὴν Νίκαιαν, ὅπως μὴ τὸν Ἀντίπατρον ἀλλότριον ἔχῃ ταῖς ἰδίαις ἐπιβολαῖς· μετὰ δὲ ταῦτα Ἀντιγόνου τὴν προαίρεσιν αὐτοῦ κατανοήσαντος καὶ φιλίαν ἔχοντος πρὸς Ἀντίπατρον, ἔτι δὲ ὄντος τοῦ ἀνδρὸς τούτου πρακτικωτάτου τῶν ἡγεμόνων ἔκρινεν αὐτὸν ἐκποδῶν ποιήσασθαι. ἐπιβαλὼν οὖν αὐτῷ διαβολὰς ψευδεῖς καὶ κατηγορίας ἀδίκους φανερὸς ἦν ἀναιρήσων αὐτόν ὁ δʼ Ἀντίγονος συνέσει καὶ τόλμῃ διαφέρων φανερῶς μὲν ἀπεφαίνετο βούλεσθαι περὶ τῶν ἐγκαλουμένων ἀπολογήσασθαι, λάθρᾳ δὲ παρασκευασάμενος τὰ πρὸς τὸν δρασμὸν ἔλαθε μετὰ τῶν ἰδίων φίλων καὶ τοῦ υἱοῦ Δημητρίου νυκτὸς εἰσβὰς εἰς τὰς Ἀττικὰς ναῦς. ἐν δὲ ταύταις κομισθεὶς εἰς τὴν Εὐρώπην προῆγε συμμίξων Ἀντιπάτρῳ.