Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ δὲ Θίβρων τηλικαύτῃ συμφορᾷ περιπεσὼν ὅμως ἀντείχετο τοῦ πολέμου, προχειρισάμενος δὲ τῶν φίλων τοὺς εὐθέτους ἔπεμψεν εἰς τὴν Πελοπόννησον ἀναληψομένους τῶν ξένων τοὺς ἐνδιατρίβοντας περὶ Ταίναρον. ἔτι γὰρ τῶν ἀμισθώτων γενομένων πολλοὶ διεπλανῶντο ζητοῦντες τοὺς μισθοδοτήσοντας καὶ τότε περὶ Ταίναρον ὑπῆρχον πλείους τῶν δισχιλίων καὶ πεντακοσίων.

τούτους δὲ οἱ πεμφθέντες ἀνέλαβον, τὸν δὲ εἰς Κυρήνην πλοῦν ἐποιοῦντο. τῆς δὲ τούτων πρότερον παρουσίας οἱ μὲν Κυρηναῖοι θαρρήσαντες τοῖς γεγονόσι προτερήμασι μάχην συνῆψαν καὶ νικήσαντες τὸν Θίβρωνα πολλοὺς τῶν στρατιωτῶν ἀπέκτειναν.

διὰ δὲ τὰς ἐλαττώσεις ὁ Θίβρων ἀπογινώσκων ἤδη τὰ κατὰ τὴν Κυρήνην παραδόξως πάλιν ἐθάρρησε. τῶν γὰρ ἀπὸ Ταινάρου στρατιωτῶν καταπλευσάντων καὶ μεγάλης αὐτῷ χειρὸς προσγενομένης εὔελπις ἐγένετο τῇ ψυχῇ.

οἱ δὲ Κυρηναῖοι πάλιν θεωροῦντες τὸν πόλεμον αὐξόμενον μετεπέμψαντο τὴν συμμαχίαν παρὰ τῶν πλησιοχώρων Λιβύων καὶ παρὰ τῶν Καρχηδονίων, ἀθροίσαντες δὲ τοὺς ἅπαντας μετὰ τῶν πολιτικῶν στρατιώτας τρισμυρίους ἡτοιμάζοντο παρατάξει περὶ τῶν ὅλων

v.4.p.352
διακριθῆναι. γενομένης δὲ παρατάξεως μεγάλης ὁ μὲν Θίβρων νικήσας τῇ μάχῃ καὶ πολλοὺς ἀνελὼν περιχαρὴς ἦν, ὡς αὐτίκα μάλα κυριεύσων τῶν πλησίον πόλεων,

οἱ δὲ Κυρηναῖοι τῶν στρατηγῶν ἁπάντων ἀνῃρημένων ἐν τῇ μάχῃ τὸν Κρῆτα Μνασικλῆν μεθʼ ἑτέρων εἵλοντο στρατηγόν. Θίβρων δʼ ἐπαρθεὶς τῇ νίκῃ τὸν λιμένα τῶν Κυρηναίων ἐπολιόρκησε καὶ τῇ Κυρήνῃ καθʼ ἡμέραν προσβολὰς ἐποιεῖτο.

χρονίζοντος δὲ τοῦ πολέμου Κυρηναῖοι μὲν σπανίζοντες τροφῆς ἐστασίασαν πρὸς ἀλλήλους· ἐπικρατούντων δὲ τῶν δημοτικῶν καὶ τοὺς κτηματικοὺς ἐκβαλλόντων οἱ τῆς πατρίδος στερηθέντες ἔφυγον οἱ μὲν πρὸς Θίβρωνα,

οἱ δʼ εἰς Αἴγυπτον. οὗτοι δὲ πείσαντες τὸν Πτολεμαῖον κατάγειν αὐτοὺς ἧκον ἄγοντες δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν καὶ στρατηγὸν Ὀφέλλαν· ὧν τὴν παρουσίαν ἀκούσαντες οἱ παρὰ τῷ Θίβρωνι φυγάδες, νυκτὸς ἐπιχειρήσαντες πρὸς τούτους ἀπιέναι λάθρᾳ, φωραθέντες ἅπαντες κατεκόπησαν.

οἱ δὲ τῆς Κυρήνης στρατηγοῦντες δημοτικοί, φοβηθέντες τὴν τῶν φυγάδων κάθοδον, διελύσαντο πρὸς τὸν Θίβρωνα καὶ κοινῇ πολεμεῖν πρὸς τὸν Ὀφέλλαν παρεσκευάζοντο.

Ὀφέλλας δὲ καταπολεμήσας τὸν Θίβρωνα καὶ ζωγρήσας, ἔτι δὲ τῶν πόλεων ἐγκρατὴς γενόμενος παρέδωκε τάς τε πόλεις καὶ τὴν χώραν Πτολεμαίῳ τῷ βασιλεῖ. οἱ μὲν οὖν Κυρηναῖοι καὶ αἱ περιοικοῦσαι πόλεις τοῦτον τὸν τρόπον ἀποβαλοῦσαι τὴν ἐλευθερίαν ὑπὸ τὴν Πτολεμαϊκὴν βασιλείαν ἐτάχθησαν.

v.4.p.353