Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Κηφισοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Φρούριον καὶ Δέκιον Ἰούνιον. ἐπὶ δὲ τούτων Ἀλεξάνδρου τοῦ βασιλέως τετελευτηκότος ἄπαιδος ἀναρχία καὶ πολλὴ στάσις ἐγένετο περὶ τῆς ἡγεμονίας.

ἡ μὲν γὰρ τῶν πεζῶν φάλαγξ Ἀρριδαῖον τὸν Φιλίππου μὲν υἱόν, ψυχικοῖς δὲ πάθεσι συνεχόμενον ἀνιάτοις προῆγεν ἐπὶ τὴν βασιλείαν· οἱ δὲ μέγιστον ἔχοντες ἀξίωμα τῶν φίλων καὶ σωματοφυλάκων συνεδρεύσαντες καὶ προσλαβόμενοι τὸ τῶν ἱππέων τῶν ἑταίρων ὀνομαζομένων σύστημα τὸ μὲν πρῶτον διαγωνίζεσθαι τοῖς ὅπλοις πρὸς τὴν φάλαγγα διέγνωσαν καὶ πρέσβεις ἀπέστειλαν πρὸς τοὺς πεζοὺς ἐκ τῶν ἀξίωμα ἐχόντων ἀνδρῶν, ὧν ἦν ἐπιφανέστατος Μελέαγρος, ἀξιοῦντες πειθαρχεῖν αὐτοῖς.

ὁ δὲ Μελέαγρος ὡς ἧκεν πρὸς τοὺς φαλαγγίτας,

v.4.p.321
τῆς μὲν πρεσβείας οὐδεμίαν ἐποιήσατο μνείαν, τοὐναντίον δʼ ἐπαινέσας αὐτοὺς ἐπὶ τοῖς δεδογμένοις παρώξυνε κατὰ τῶν ἐναντιουμένων. διόπερ οἱ Μακεδόνες ἡγεμόνα καταστήσαντες ἑαυτῶν τὸν Μελέαγρον προῆγον πρὸς τοὺς ἀντιλέγοντας μετὰ τῶν ὅπλων.

τῶν δὲ σωματοφυλάκων ἀποχωρησάντων ἐκ τῆς Βαβυλῶνος καὶ παρασκευαζομένων εἰς πόλεμον οἱ χαριέστατοι τῶν ἀνδρῶν ἔπεισαν αὐτοὺς ὁμονοῆσαι. εὐθὺ δὲ βασιλέα κατέστησαν τὸν Φιλίππου υἱὸν Ἀρριδαῖον καὶ μετωνόμασαν Φίλιππον, ἐπιμελητὴν δὲ τῆς βασιλείας Περδίκκαν, ᾧ καὶ ὁ βασιλεὺς τὸν δακτύλιον τελευτῶν δεδώκει, τοὺς δὲ ἀξιολογωτάτους τῶν φίλων καὶ σωματοφυλάκων παραλαβεῖν τὰς σατραπείας καὶ ὑπακούειν τῷ τε βασιλεῖ καὶ τῷ Περδίκκᾳ.