Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἡμεῖς δʼ ἐπεὶ τὰς κατὰ τὸν Λαμιακὸν πόλεμον ἐπιτελεσθείσας πράξεις διήλθομεν, μεταβησόμεθα πρὸς τὸν ἐν τῇ Κυρήνῃ γενόμενον πόλεμον, ἵνα μὴ μακρὰν τοῖς χρόνοις ἀποπλανῶμεν τὸ σύνεχὲς τῆς ἱστορίας. ἀναγκαῖον δʼ ἐστὶ βραχὺ τοῖς χρόνοις προσαναδραμεῖν, ὅπως σαφεστέρας ποιήσωμεν τὰς κατὰ μέρος πράξεις.

Ἁρπάλου γὰρ τὸν ἐκ τῆς Ἀσίας δρασμὸν ποιησαμένου καὶ καταπλεύσαντος εἰς Κρήτην μετὰ τῶν μισθοφόρων, καθάπερ ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν, Θίβρων, εἷς τῶν φίλων νομιζόμενος, δολοφονήσας τὸν Ἅρπαλον κύριος ἐγένετο τῶν τε χρημάτων καὶ τῶν στρατιωτῶν,

ὄντων ἑπτακισχιλίων. ὁμοίως δὲ καὶ τῶν νεῶν ἐγκρατὴς γενόμενος καὶ τοὺς στρατιώτας εἰς ταύτας θέμενος κατέπλευσεν εἰς τὴν χώραν τῶν Κυρηναίων. ἀνειληφὼς δὲ μεθʼ αὑτοῦ τοὺς ἐκ τῆς Κυρήνης φυγάδας καὶ τούτους ἔχων καθηγουμένους τῆς ἐπιβουλῆς διὰ τὴν τῶν τόπων ἐμπειρίαν, ἀπαντησάντων τῶν Κυρηναίων καὶ μάχης γενομένης ὁ Θίβρων νικήσας πολλοὺς μὲν ἀπέκτεινεν, οὐκ ὀλίγους δʼ ἐζώγρησε.

κυριεύσας δὲ τοῦ λιμένος καὶ πολιορκήσας καὶ καταπληξάμενος τοὺς Κυρηναίους ἠνάγκασεν ὁμολογίας ποιήσασθαι ὥστε αὐτοὺς δοῦναι ἀργυρίου τάλαντα

v.4.p.349
πεντακόσια, τῶν δὲ ἁρμάτων τά ἡμίση πρὸς τὰς στρατείας συνεκπέμπειν.

διεπρεσβεύσατο δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις, ἀξιῶν συμμαχεῖν ὡς μέλλοντος αὐτοῦ τὴν πλησιόχωρον Λιβύην καταστρέφεσθαι. διήρπασε δὲ καὶ τῶν ἐμπόρων τὰ καταληφθέντα χρήματα ἐν τῷ λιμένι καὶ τοῖς στρατιώταις εἰς διαρπαγὴν ἔδωκεν, ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τὸν πόλεμον.