Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἐπεὶ δὲ περὶ τῶν ἀξιολογωτάτων νήσων διήλθομεν, περὶ τῶν ἐλαττόνων ἀναγράψομεν. τῶν γὰρ Κυκλάδων νήσων τὸ παλαιὸν ἐρήμων οὐσῶν Μίνως ὁ Διὸς καὶ Εὐρώπης, βασιλεύων τῆς Κρήτης καὶ μεγάλας δυνάμεις ἔχων πεζάς τε καὶ ναυτικάς, ἐθαλαττοκράτει καὶ πολλὰς ἀποικίας ἐξαπέστειλεν ἐκ τῆς Κρήτης, τῶν δὲ Κυκλάδων νήσων τὰς πλείους κατῴκισε καὶ τοῖς λαοῖς κατεκληρούχησεν, οὐκ ὀλίγην δὲ καὶ τῆς Ἀσίας τῆς παραθαλαττίου κατέσχε.

διόπερ ἐν ταῖς νήσοις ἅμα καὶ κατὰ τὴν Ἀσίαν τὰς ἐπωνυμίας ἔχουσι Κρητῶν λιμένες καὶ Μινῷαι καλούμεναι. ὁ δὲ Μίνως ἐπὶ πολὺ τῇ δυναστείᾳ προκόπτων, καὶ τὸν ἀδελφὸν Ῥαδάμανθυν ἔχων πάρεδρον τῇ βασιλείᾳ, τούτῳ μὲν ἐφθόνησεν ἐπὶ δικαιοσύνῃ θαυμαζομένῳ, βουλόμενος δʼ αὐτὸν ἐκποδὼν ποιήσασθαι εἰς τὰς ἐσχατιὰς τῆς ὑπʼ αὐτὸν τεταγμένης χώρας ἐξέπεμψεν.

ὁ δὲ Ῥαδάμανθυς διατρίβων εἰς τὰς νήσους τὰς κατʼ ἀντικρὺ τῆς Ἰωνίας καὶ Καρίας κειμένας Ἔρυθρον μὲν κτίστην ἐποίησε τῆς ἐπωνύμου πόλεως κατὰ τὴν Ἀσίαν, Οἰνοπίωνα δὲ τὸν Ἀριάδνης τῆς Μίνω υἱὸν κύριον τῆς Χίου κατέστησε.

ταῦτα μὲν οὖν ἐπράχθη πρὸ

v.2.p.120
τῶν Τρωικῶν· μετὰ δὲ τὴν Τροίας ἅλωσιν Κᾶρες αὐξηθέντες ἐπὶ πλέον ἐθαλαττοκράτησαν, καὶ τῶν Κυκλάδων νήσων κρατήσαντες τινὰς μὲν ἰδίᾳ κατέσχον καὶ τοὺς ἐν αὐταῖς κατοικοῦντας Κρῆτας ἐξέβαλον, τινὰς δὲ κοινῇ μετὰ τῶν προενοικούντων Κρητῶν κατῴκησαν. ὕστερον δὲ τῶν Ἑλλήνων αὐξηθέντων συνέβη τὰς πλείους τῶν Κυκλάδων νήσων οἰκισθῆναι καὶ τοὺς βαρβάρους Κᾶρας ἐξ αὐτῶν ἐκπεσεῖν· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.