Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

πλοῦτον δὲ γενέσθαι φασὶν ἐν Τριπόλῳ τῆς Κρήτης ἐκ Δήμητρος καὶ Ἰασίωνος, διττῶς ἱστορουμένης

v.2.p.109
αὐτοῦ τῆς γενέσεως. οἱ μὲν γάρ φασι τὴν γῆν σπαρεῖσαν ὑπὸ Ἰασίωνος καὶ τυγχάνουσαν ἐπιμελείας τῆς προσηκούσης ἀνεῖναι τοσοῦτο πλῆθος καρπῶν, ὥστε τοὺς ἰδόντας ἴδιον ὄνομα θέσθαι τῷ πλήθει τῶν γενομένων καρπῶν καὶ προσαγορεῦσαι πλοῦτον· διὸ καὶ τοῖς ἐπιγινομένοις παραδόσιμον γενέσθαι τὸ τοὺς πλείω τῶν ἱκανῶν κτησαμένους ἔχειν πλοῦτον.

ἔνιοι δὲ μυθολογοῦσιν ἐκ Δήμητρος καὶ Ἰασίωνος γενέσθαι παῖδα Πλοῦτον ὀνομαζόμενον, ὃν πρῶτον ἐπιμέλειαν βίου καὶ χρημάτων ἀθροισμὸν καὶ φυλακὴν εἰσηγήσασθαι, τῶν πρὸ τοῦ πάντων ὀλιγώρως ἐχόντων περὶ τὸ σωρεύειν καὶ τηρεῖν ἐπιμελῶς χρημάτων πλῆθος.

περὶ μὲν οὖν τῶν θεῶν οἱ Κρῆτες τῶν παρʼ αὐτοῖς λεγομένων γεννηθῆναι τοιαῦτα μυθολογοῦσι· τὰς δὲ τιμὰς καὶ θυσίας καὶ τὰς περὶ τὰ μυστήρια τελετὰς ἐκ Κρήτης εἰς τοὺς ἄλλους ἀνθρώπους παραδεδόσθαι λέγοντες τοῦτο φέρουσιν, ὡς οἴονται, μέγιστον τεκμήριον· τήν τε γὰρ παρʼ Ἀθηναίοις ἐν Ἐλευσῖνι γινομένην τελετήν, ἐπιφανεστάτην σχεδὸν οὖσαν ἁπασῶν, καὶ τὴν ἐν Σαμοθρᾴκῃ καὶ τὴν ἐν Θρᾴκῃ ἐν τοῖς Κίκοσιν, ὅθεν ὁ καταδείξας Ὀρφεὺς ἦν, μυστικῶς παραδίδοσθαι, κατὰ δὲ τὴν Κρήτην ἐν Κνωσῷ νόμιμον ἐξ ἀρχαίων εἶναι φανερῶς τὰς τελετὰς ταύτας πᾶσι παραδίδοσθαι, καὶ τὰ παρὰ τοῖς ἄλλοις ἐν ἀπορρήτῳ παραδιδόμενα παρʼ αὐτοῖς

v.2.p.110
μηδένα κρύπτειν τῶν βουλομένων τὰ τοιαῦτα γινώσκειν.

τῶν γὰρ θεῶν φασι τοὺς πλείστους ἐκ τῆς Κρήτης ὁρμηθέντας ἐπιέναι πολλὰ μέρη τῆς οἰκουμένης, εὐεργετοῦντας τὰ γένη τῶν ἀνθρώπων καὶ μεταδιδόντας ἑκάστοις τῆς ἐκ τῶν ἰδίων εὑρημάτων ὠφελείας. Δήμητραν μὲν γὰρ περαιωθεῖσαν εἰς τὴν Ἀττικὴν ἐκεῖθεν εἰς Σικελίαν ἀπᾶραι, καὶ μετὰ ταῦτʼ εἰς Αἴγυπτον· ἐν δὲ τούτοις τοῖς τόποις μάλιστα τὸν τοῦ σίτου καρπὸν παραδοῦσαν καὶ τὰ περὶ τὸν σπόρον διδάξασαν μεγάλων τιμῶν τυχεῖν παρὰ τοῖς εὖ παθοῦσιν.

ὁμοίως δʼ Ἀφροδίτην ἐνδιατρῖψαι τῆς μὲν Σικελίας περὶ τὸν Ἔρυκα, τῶν δὲ νήσων περὶ Κύθηρα καὶ Πάφον τῆς Κύπρου, τῆς δὲ Ἀσίας περὶ τὴν Συρίαν· διὰ δὲ τὴν ἐπιφάνειαν καὶ τὴν ἐπὶ πλέον ἐπιδημίαν αὐτῆς τοὺς ἐγχωρίους ἐξιδιάζεσθαι τὴν θεόν, καλοῦντας Ἀφροδίτην Ἐρυκίνην καὶ Κυθέρειαν καὶ Παφίαν, ἔτι δὲ καὶ Συρίαν.

ὡσαύτως δὲ τὸν μὲν Ἀπόλλωνα πλεῖστον χρόνον φανῆναι περὶ Δῆλον καὶ Λυκίαν καὶ Δελφούς, τὴν δʼ Ἄρτεμιν περὶ τὴν Ἔφεσον καὶ τὸν Πόντον, ἔτι δὲ τὴν Περσίδα καὶ τὴν Κρήτην· διόπερ

ἀπὸ τῶν τόπων ἢ πράξεων τῶν παρʼ ἑκάστοις συντελεσθεισῶν τὸν μὲν Δήλιον καὶ Λύκιον καὶ Πύθιον ὀνομάζεσθαι, τὴν δʼ Ἐφεσίαν καὶ Κρησίαν, ἔτι δὲ Ταυροπόλον καὶ Περσίαν, ἀμφοτέρων ἐν Κρήτῃ γεγεννημένων.

τιμᾶται δὲ καὶ παρὰ τοῖς

v.2.p.111
Πέρσαις ἡ θεὸς αὕτη διαφερόντως, καὶ μυστήρια ποιοῦσιν οἱ βάρβαροι, συντελούμενα παρʼ ἑτέροις μέχρι τῶν νῦν χρόνων Ἀρτέμιδι Περσίᾳ. παραπλήσια δὲ μυθολογοῦσι καὶ περὶ τῶν ἄλλων θεῶν, περὶ ὧν ἡμῖν ἀναγράφειν μακρὸν ἂν εἴη, τοῖς δʼ ἀναγινώσκουσι παντελῶς ἀσύνοπτον.