Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

περὶ μὲν οὖν Ῥόδου καὶ Χερρονήσου ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, περὶ δὲ Κρήτης νῦν διέξιμεν. οἱ μὲν γὰρ τὴν Κρήτην κατοικοῦντές φασιν ἀρχαιοτάτους γενέσθαι παρʼ αὑτοῖς τοὺς ὀνομαζομένους Ἐτεόκρητας αὐτόχθονας, ὧν τὸν μὲν βασιλέα Κρῆτα καλούμενον

v.2.p.90
πλεῖστα καὶ μέγιστα κατὰ τὴν νῆσον εὑρεῖν τὰ δυνάμενα τὸν κοινὸν τῶν ἀνθρώπων βίον ὠφελῆσαι.

καὶ τῶν θεῶν δὲ τοὺς πλείστους μυθολογοῦσι παρʼ ἑαυτοῖς γενέσθαι τοὺς διὰ τὰς κοινὰς εὐεργεσίας τυχόντας ἀθανάτων τιμῶν· περὶ ὧν ἡμεῖς ἐν κεφαλαίοις τὰ παραδεδομένα διέξιμεν ἀκολούθως τοῖς ἐνδοξοτάτοις τῶν τὰς Κρητικὰς πράξεις συνταξαμένων.

πρῶτοι τοίνυν τῶν εἰς μνήμην παραδεδομένων ᾤκησαν τῆς Κρήτης περὶ τὴν Ἴδην οἱ προσαγορευθέντες Ἰδαῖοι Δάκτυλοι. τούτους δʼ οἱ μὲν ἑκατὸν τὸν ἀριθμὸν γεγονέναι παραδεδώκασιν, οἱ δὲ δέκα φασὶν ὑπάρχοντας τυχεῖν ταύτης τῆς προσηγορίας, τοῖς ἐν ταῖς χερσὶ δακτύλοις ὄντας ἰσαρίθμους.