Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἔστι δʼ ἐν Καστάβῳ τῆς Χερρονήσου ἱερὸν ἅγιον Ἡμιθέας, ἧς τὴν περιπέτειαν οὐκ ἄξιον παραλιπεῖν. πολλοὶ μὲν οὖν καὶ ποικίλοι λόγοι περὶ ταύτης παραδέδονται· τὸν δʼ ἐπικρατοῦντα καὶ συμφωνούμενον παρὰ τοῖς ἐγχωρίοις διέξιμεν. Σταφύλου γὰρ καὶ Χρυσοθέμιδός φασι γενέσθαι τρεῖς θυγατέρας, Μολπαδίαν καὶ Ῥοιὼ καὶ Παρθένον ὄνομα. καὶ τῇ μὲν Ῥοιοῖ τὸν Ἀπόλλωνα μιγέντα ἔγκυον ποιῆσαι· τὸν δὲ πατέρα αὐτῆς ὡς ὑπʼ ἀνθρώπου τῆς φθορᾶς γεγενημένης ὀργισθῆναι, καὶ διὰ τοῦτο τὴν θυγατέρα εἰς λάρνακα συγκλείσαντα βαλεῖν εἰς τὴν θάλατταν.

προσενεχθείσης δὲ τῆς λάρνακος τῇ Δήλῳ τεκεῖν ἄρρενα, καὶ προσαγορεῦσαι τὸ παιδίον Ἄνιον. τὴν δὲ Ῥοιὼ παραδόξως

v.2.p.88
σωθεῖσαν ἀναθεῖναι τὸ βρέφος ἐπὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος, καὶ ἐπεύξασθαι τῷ θεῷ, εἰ ἔστιν ἐξ ἐκείνου, σώζειν αὐτό. τὸν δʼ Ἀπόλλωνα μυθολογοῦσι τότε μὲν κρύψαι τὸ παιδίον, ὕστερον δὲ φροντίσαντα τῆς τροφῆς διδάξαι τὴν μαντικήν, καί τινας αὐτῷ περιτιθέναι μεγάλας τιμάς.

τὰς δὲ τῆς φθαρείσης ἀδελφὰς Μολπαδίαν καὶ Παρθένον φυλαττούσας τὸν τοῦ πατρὸς οἶνον, προσφάτως κατʼ ἀνθρώπους εὑρημένον, εἰς ὕπνον κατενεχθῆναι· καθʼ ὃν δὴ καιρὸν τὰς τρεφομένας παρʼ αὐτοῖς ὗς εἰσελθεῖν, καὶ τόν τε ἔχοντα τὸν οἶνον κέραμον συντρῖψαι καὶ τὸν οἶνον διαφθεῖραι. τὰς δὲ παρθένους μαθούσας τὸ γεγονός, καὶ φοβηθείσας τὸ ἀπότομον τοῦ πατρός, φυγεῖν ἐπὶ τὸν αἰγιαλὸν καὶ ἀπό τινων πετρῶν ὑψηλῶν ἑαυτὰς ῥῖψαι.

Ἀπόλλωνα δὲ διὰ τὴν οἰκειότητα τὴν πρὸς τὴν ἀδελφὴν ὑπολαβόντα τὰς κόρας εἰς τὰς ἐν Χερρονήσῳ πόλεις καταστῆσαι. καὶ τὴν μὲν ὀνομαζομένην Παρθένον ἐποίησεν ἐν Βουβαστῷ τῆς Χερρονήσου τιμὰς ἔχειν καὶ τέμενος, Μολπαδίαν δὲ εἰς Κάσταβον ἐλθοῦσαν διὰ τὴν ἀπὸ τοῦ θεοῦ γενομένην ἐπιφάνειαν Ἡμιθέαν ὠνομάσθαι καὶ τιμᾶσθαι παρὰ πᾶσι τοῖς ἐν Χερρονήσῳ.

ἐν δὲ ταῖς θυσίαις αὐτῆς διὰ τὸ συμβὰν περὶ τὸν οἶνον πάθος τὰς μὲν σπονδὰς μελικράτῳ ποιοῦσι, τὸν δʼ ἁψάμενον ἢ φαγόντα ὑὸς οὐ νόμιμον προσελθεῖν πρὸς τὸ τέμενος.