Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τὴν δὲ νῆσον τὴν Σύμην ὀνομαζομένην, τὸ παλαιὸν ἔρημον οὖσαν, πρῶτοι κατῴκησαν οἱ μετὰ Τρίοπος ἀφικόμενοι, ὧν ἡγεῖτο Χθόνιος ὁ Ποσειδῶνος καὶ Σύμης, ἀφʼ ἧς ἡ νῆσος ἔτυχε ταύτης τῆς προσηγορίας.

ὕστερον δʼ αὐτῆς ἐβασίλευσε Νιρεὺς ὁ Χαρόπου καὶ Ἀγλαΐας, κάλλει διαφέρων, ὃς καὶ ἐπὶ Τροίαν μετʼ Ἀγαμέμνονος ἐστράτευσε, τῆς τε νήσου δυναστεύων καὶ τῆς Κνιδίας μέρους κυριεύων. μετὰ δὲ τοὺς Τρωικοὺς χρόνους κατέσχον τὴν νῆσον Κᾶρες, καθʼ ὃν καιρὸν ἐθαλαττοκράτουν. ὕστερον δʼ αὐχμῶν γενομένων ἔφυγον ἐκ τῆς νήσου,

v.2.p.77
καὶ κατῴκησαν τὸ καλούμενον Οὐράνιον.

ἡ δὲ Σύμη διέμεινεν ἔρημος, ἕως ὁ στόλος ὁ Λακεδαιμονίων καὶ Ἀργείων παρέβαλεν εἰς τούτους τοὺς τόπους· ἔπειτα κατῳκίσθη πάλιν τόνδε τὸν τρόπον.

τῶν μετὰ Ἱππότου τις μετασχὼν τῆς ἀποικίας, ὄνομα Ναῦσος, ἀναλαβὼν τοὺς καθυστερήσαντας τῆς κληροδοσίας, ἔρημον οὖσαν τὴν Σύμην κατῴκησε καὶ τισιν ἑτέροις ὕστερον καταπλεύσασιν, ὧν ἦν Ξοῦθος ἡγεμών, μεταδοὺς τῆς πολιτείας καὶ χώρας κοινῇ τὴν νῆσον κατῴκησε. φασὶ δὲ τῆς ἀποικίας ταύτης μετασχεῖν τούς τε Κνιδίους καὶ Ῥοδίους.