Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

οὐ μὴν ἀλλὰ κατὰ τοὺς ἀρχαίους χρόνους Ἰόλαος μὲν συγκατασκευάσας τὰ κατὰ τὴν ἀποικίαν ἐπανῆλθεν εἰς τὴν Ἑλλάδα, οἱ δὲ Θεσπιάδαι τῆς νήσου προεστῶτες ἐπὶ πολλὰς γενεὰς τὸ τελευταῖον ἐξέπεσον εἰς τὴν Ἰταλίαν, καὶ κατῴκησαν ἐν τοῖς κατὰ Κύμην τόποις, τὸ δʼ ἄλλο πλῆθος ἐκβαρβαρωθὲν καὶ προστησάμενον ἐκ τῶν ἐγχωρίων τοὺς ἀρίστους ἡγεμόνας διεφύλαξε τὴν ἐλευθερίαν μέχρι τῶν καθʼ ἡμᾶς χρόνων.

ἡμεῖς δʼ ἀρκούντως εἰρηκότες περὶ τῆς Σαρδόνος διέξιμεν περὶ τῶν ἑξῆς κειμένων νήσων. μετὰ γὰρ τὰς προειρημένας νῆσός ἐστιν ὀνομαζομένη μὲν Πιτυοῦσσα, τὴν δὲ προσηγορίαν ἔχουσα ἀπὸ τοῦ πλήθους τῶν κατʼ αὐτὴν φυομένων πιτύων. πελαγία δʼ οὖσα διέστηκεν ἀπὸ μὲν Ἡρακλέους στηλῶν

v.2.p.25
πλοῦν ἡμερῶν τριῶν καὶ τῶν ἴσων νυκτῶν, ἀπὸ δὲ Λιβύης ἡμέρας καὶ νυκτός, ἀπὸ δʼ Ἰβηρίας μιᾶς ἡμέρας· κατὰ δὲ τὸ μέγεθος παραπλήσιός ἐστι Κορκύρᾳ.

κατὰ δὲ τὴν ἀρετὴν οὖσα μετρία τὴν μὲν ἀμπελόφυτον χώραν ὀλίγην ἔχει, τὰς δʼ ἐλαίας ἐμπεφυτευμένας ἐν τοῖς κοτίνοις. τῶν δὲ φυομένων ἐν αὐτῇ καλλιστεύειν φασὶ τὴν μαλακότητα τῶν ἐρίων. διειλημμένη δὲ πεδίοις ἀξιολόγοις καὶ γεωλόφοις πόλιν ἔχει τὴν ὀνομαζομένην Ἔρεσον, ἄποικον Καρχηδονίων.

ἔχει δὲ καὶ λιμένας ἀξιολόγους καὶ τειχῶν κατασκευὰς εὐμεγέθεις καὶ οἰκιῶν πλῆθος εὖ κατασκευασμένων. κατοικοῦσι δʼ αὐτὴν βάρβαροι παντοδαποί, πλεῖστοι δὲ Φοίνικες. ὁ δʼ ἀποικισμὸς αὐτῆς γέγονεν ὕστερον ἔτεσιν ἑκατὸν ἑξήκοντα τῆς κατὰ τὴν Καρχηδόνα κτίσεως.