Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ τὰς Αἰολίδας νήσους διήλθομεν, ἐν μέρει τὰς ἐκ θατέρου μέρους νήσους κειμένας ἀναγραφῆς ἀξιώσομεν. τῆς γὰρ Σικελίας ἐκ τοῦ κατὰ μεσημβρίαν μέρους νῆσοι τρεῖς πρόκεινται πελάγιαι, καὶ τούτων ἑκάστη πόλιν ἔχει καὶ λιμένας δυναμένους τοῖς χειμαζομένοις σκάφεσι παρέχεσθαι τὴν ἀσφάλειαν.

καὶ πρώτη μέν ἐστιν ἡ προσαγορευομένη Μελίτη, τῶν Συρακουσῶν ἀπέχουσα σταδίους ὡς ὀκτακοσίους, καὶ λιμένας μὲν ἔχει πολλοὺς καὶ διαφόρους ταῖς εὐχρηστίαις, τοὺς δὲ κατοικοῦντας ταῖς οὐσίαις εὐδαίμονας· τεχνίτας τε γὰρ ἔχει παντοδαποὺς ταῖς ἐργασίαις, κρατίστους δὲ τοὺς ὀθόνια ποιοῦντας τῇ τε λεπτότητι καὶ τῇ μαλακότητι διαπρεπῆ, τάς τε οἰκήσεις ἀξιολόγους καὶ κατεσκευασμένας φιλοτίμως γείσσοις καὶ κονιάμασι περιττότερον.

ἔστι δʼ ἡ νῆσος αὕτη Φοινίκων ἄποικος, οἳ ταῖς ἐμπορίαις διατείνοντες μέχρι τοῦ κατὰ τὴν δύσιν ὠκεανοῦ καταφυγὴν εἶχον ταύτην, εὐλίμενον οὖσαν καὶ κειμένην πελαγίαν· διʼ ἣν αἰτίαν οἱ κατοικοῦντες αὐτὴν εὐχρηστούμενοι κατὰ πολλὰ διὰ τοὺς ἐμπόρους ταχὺ τοῖς τε βίοις ἀνέδραμον καὶ ταῖς δόξαις ηὐξήθησαν.

μετὰ δὲ ταύτην τὴν νῆσόν ἐστιν ἑτέρα τὴν μὲν προσηγορίαν ἔχουσα Γαῦλος, πελαγία δὲ καὶ λιμέσιν εὐκαίροις κεκοσμημένη,

v.2.p.20
Φοινίκων ἄποικος. ἑξῆς δʼ ἐστὶ Κέρκινα, πρὸς τὴν Λιβύην νενευκυῖα, πόλιν ἔχουσα σύμμετρον καὶ λιμένας εὐχρηστοτάτους, οὐ μόνον ταῖς ἐμπόροις, ἀλλὰ καὶ ταῖς μακραῖς ναυσὶν εὐθετοῦντας. ἐπεὶ δὲ περὶ τῶν κατὰ τὴν μεσημβρίαν νήσων εἰρήκαμεν, ἐπάνιμεν πάλιν ἐπὶ τὰς ἑξῆς τῇ Λιπάρᾳ νήσους τὰς κειμένας κατὰ τὸ Τυρρηνικὸν καλούμενον πέλαγος.