Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

εἰρήσθω, περὶ δὲ Ὠρίωνος τὰ μυθολογούμενα νῦν διέξιμεν. λέγεται γὰρ τοῦτον σώματος μεγέθει καὶ ῥώμῃ πολὺ τῶν μνημονευομένων ἡρώων ὑπεράγοντα φιλοκύνηγον γενέσθαι καὶ κατασκευάσαι μεγάλα ἔργα διὰ τὴν ἰσχὺν καὶ φιλοδοξίαν. κατὰ μὲν γὰρ τὴν Σικελίαν κατασκευάσαι Ζάγκλῳ τῷ τότε βασιλεύοντι

v.1.p.532
τῆς τότε μὲν ἀπʼ αὐτοῦ Ζάγκλης, νῦν δὲ Μεσσήνης ὀνομαζομένης, ἄλλα τε καὶ τὸν λιμένα προσχώσαντα τὴν ὀνομαζομένην Ἀκτὴν ποιῆσαι.

ἐπεὶ δὲ τῆς Μεσσήνης ἐμνήσθημεν, οὐκ ἀνοίκειον προσθεῖναι νομίζομεν τοὶς προκειμένοις τὰς περὶ τὸν πορθμὸν διηγήδεις.

φασὶ γὰρ οἱ παλαιοὶ μυθογράφοι τὴν Σικελίαν τὸ πρὸ τοῦ χερρόνησον οὖσαν ὕστερον γενέσθαι νῆσον διὰ τοιαύτας αἰτίας. τὸν ἰσθμὸν κατὰ τὸ στενώτατον ὑπὸ δυοῖν πλευρῶν θαλάττῃ προσκλυζόμενον ἀναρραγῆναι, καὶ τὸν τόπον ἀπὸ τούτου Ῥήγιον ὀνομασθῆναι, καὶ τὴν ὕστερον πολλοῖς ἔτεσι κτισθεῖσαν πόλιν τυχεῖν τῆς ὁμωνύμου προσηγορίας.

ἔνιοι δὲ λέγουσι σεισμῶν μεγάλων γενομένων διαρραγῆναι τὸν αὐχένα τῆς ἠπείρου, καὶ γενέσθαι τὸν πορθμὸν διειργούσης τῆς θαλάττης τὴν ἤπειρον ἀπὸ τῆς νήσου.

Ἡσίοδος δʼ ὁ ποιητής φησι τοὐναντίον ἀναπεπταμένου τοῦ πελάγους Ὠρίωνα προσχῶσαι τὸ κατὰ τὴν Πελωρίδα κείμενον ἀκρωτήριον, καὶ τὸ τέμενος τοῦ Ποσειδῶνος κατασκευάσαι, τιμώμενον ὑπὸ τῶν ἐγχωρίων διαφερόντως· ταῦτα δὲ διαπραξάμενον εἰς Εὔβοιαν μεταναστῆναι κἀκεῖ κατοικῆσαι· διὰ δὲ τὴν δόξαν ἐν τοῖς κατʼ οὐρανὸν ἄστροις καταριθμηθέντα τυχεῖν ἀθανάτου μνήμης.

περὶ οὗ καὶ ὁ ποιητὴς Ὅμηρος ἐν τῇ Νεκυίᾳ μιμνησκόμενός φησι

τὸν δὲ μέτʼ Ὠρίωνα πελώριον εἰσενόησα θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
v.1.p.533
οὓς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι, χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.

ὁμοίως δὲ καὶ περὶ τοῦ μεγέθους ἐμφανίζων, καὶ προεκθέμενος τὰ περὶ τοὺς Ἀλῳάδας, ὅτι ἐνναετεῖς ἦσαν τὸ μὲν εὖρος πηχῶν ἐννέα, τὸ δὲ μῆκος τῶν ἴσων ὀργυιῶν, ἐπιφέρει

τοὺς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα.
ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν περὶ τῶν ἡρώων καὶ ἡμιθέων ἀρκούντως εἰρηκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον.