Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τὸν δʼ Ἀρισταῖόν φασιμετὰ τὴν Ἀκτέωνος τελευτὴν ἐλθεῖν εἰς τὸ χρηστήριον τοῦ πατρός, καὶ τὸν Ἀπόλλω προειπεῖν αὐτῷ τὴν εἰς Κέων νῆσον μετάβασιν ἐσομένην αὐτοῦ καὶ τὰς ἐσομένας παρὰ τοῖς Κείοις τιμάς.

τὸν δὲ πλεῦσαι μὲν εἰς τὴν νῆσον ταύτην, λοιμοῦ δὲ τὴν Ἑλλάδα κατασχόντος ποιήσασθαι τὴν θυσίαν ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων. γενομένης δὲ τῆς θυσίας κατὰ τὴν τοῦ σειρίου ἄστρου ἐπιτολήν, καθʼ ἣν συνέβαινε πνεῖν τοὺς ἐτησίας, λῆξαι τὰς λοιμικὰς νόσους.

τοῦτο δʼ ἄν τις συλλογιζόμενος εἰκότως θαυμάσαι τὸ τῆς περιπετείας ἴδιον· ὁ γὰρ ὑπὸ τῶν κυνῶν ἰδὼν τὸν υἱὸν τετελευτηκότα, οὗτος τῶν κατὰ τὸν οὐρανὸν ἄστρων τὸ τὴν αὐτὴν ἔχον προσηγορίαν καὶ φθείρειν νομιζόμενον τοὺς ἀνθρώπους ἔπαυσε, καὶ τοῖς ἄλλοις αἴτιος ἐγένετο τῆς σωτηρίας.

λέγουσι δὲ τὸν Ἀρισταῖον ἐκγόνους ἐν τῇ Κέῳ καταλιπόντα, καὶ μετὰ ταῦτα εἰς τὴν Λιβύην ἐπανελθόντα, ἀπὸ τῆς μητρὸς Νύμφης τὴν ἀναγωγὴν ποιησάμενον εἰς τὴν Σαρδὼ νῆσον καταπλεῦσαι. ἐν δὲ ταύτῃ κατοικήσαντα, καὶ τὴν νῆσον διὰ τὸ κάλλος στέρξαντα, φυτεῦσαί τε αὐτὴν καὶ τὸ πρότερον

v.1.p.528
ἐξηγριωμένην ἡμερῶσαι. γεννῆσαι δʼ ἐν αὐτῇ δύο παῖδας, Χάρμον καὶ Καλλίκαρπον.

μετὰ δὲ ταῦτα ἄλλας τε νήσους ἐπελθεῖν καὶ κατὰ τὴν Σικελίαν διατρῖψαί τινα χρόνον, διὰ δὲ τὴν ἀφθονίαν τῶν ἐν τῇ νήσῳ καρπῶν καὶ τὸ πλῆθος τῶν ἐν αὐτῇ βοσκομένων κτηνῶν φιλοτιμηθῆναι τοῖς ἐγχωρίοις ἐνδείξασθαι τὰς ἰδίας εὐεργεσίας. διὸ καὶ παρὰ τοῖς κατὰ τὴν Σικελίαν οἰκοῦσι διαφερόντως φασὶ τιμηθῆναι τὸν Ἀρισταῖον ὡς θεόν, καὶ μάλισθʼ ὑπὸ τῶν συγκομιζόντων τὸν τῆς ἐλαίας καρπόν.

τὸ δὲ τελευταῖον μυθολογοῦσιν αὐτὸν εἰς Θρᾴκην παραβαλόντα πρὸς Διόνυσον μετασχεῖν τῶν ὀργίων, καὶ συνδιατρίψαντα τῷ θεῷ πολλὰ μαθεῖν παρʼ αὐτοῦ τῶν χρησίμων· περὶ δὲ τὸ ὄρος τὸ καλούμενον Αἷμον οἰκήσαντά τινα χρόνον ἄφαντον γενέσθαι, καὶ τυχεῖν ἀθανάτων τιμῶν οὐ μόνον ἐνταῦθα παρὰ τοῖς βαρβάροις, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι.