Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τῶν δʼ υἱῶν ἀνδρωθέντων, καὶ τῶν περὶ τὴν οἰκίαν ἀσεβημάτων γνωσθέντων, τὸν μὲν Οἰδίπουν ὑπὸ τῶν υἱῶν ἔνδον μένειν ἀναγκασθῆναι διὰ τὴν αἰσχύνην, τοὺς δὲ

v.1.p.500
νεανίσκους παραλαβόντας τὴν ἀρχὴν ὁμολογίας θέσθαι πρὸς ἀλλήλους παρʼ ἐνιαυτὸν ἄρχειν. πρεσβυτέρου δʼ ὄντος Ἐτεοκλέους, τοῦτον πρῶτον ἄρξαι, καὶ διελθόντος τοῦ χρόνου μὴ βούλεσθαι παραδιδόναι τὴν βασιλείαν.

τὸν δὲ Πολυνείκην κατὰ τὰς ὁμολογίας ἀπαιτεῖν τὴν ἀρχήν· τοῦ δʼ ἀδελφοῦ μὴ ὑπακούοντος φυγεῖν εἰς Ἄργος πρὸς Ἄδραστον τὸν βασιλέα. καθʼ ὃν δὴ χρόνον φασὶ Τυδέα τὸν Οἰνέως ἐν Καλυδῶνι τοὺς ἀνεψιοὺς ἀνελόντα Ἀλκάθουν καὶ Λυκωπέα φυγεῖν ἐκ τῆς Αἰτωλίας εἰς Ἄργος.

Ἄδραστον δʼ ἀμφοτέρους ὑποδεξάμενον φιλοφρόνως κατά τι λόγιον συνοικίσαι τὰς θυγατέρας αὐτοῖς, Ἀργείαν μὲν Πολυνείκει, Δηιπύλην δὲ Τυδεῖ. εὐδοκιμούντων δὲ τῶν νεανίσκων καὶ μεγάλης ἀποδοχῆς ὑπὸ τοῦ βασιλέως τυγχανόντων, φασὶ τὸν Αδραστον χαριζόμενον αὐτοῖς ἐπαγγείλασθαι κατάξειν ἀμφοτέρους εἰς τὰς πατρίδας.

κρίναντος δʼ αὐτοῦ πρῶτον καταγαγεῖν τὸν Πολυνείκην, ἄγγελον εἰς τὰς Θήβας ἀποστεῖλαι Τυδέα πρὸς Ἐτεοκλέα περὶ τῆς καθόδου. ἐνταῦθά φασι τὸν μὲν Τυδέα ἐνεδρευθέντα κατὰ τὴν ὁδὸν ὑπὸ Ἐτεοκλέους πεντήκοντα ἀνδράσιν ἅπαντας ἀνελεῖν καὶ παραδόξως εἰς τὸ Ἄργος διασωθῆναι, τὸν δʼ Ἄδραστον πυθόμενον τὰ συμβάντα παρασκευάσασθαι τὰ πρὸς τὴν στρατείαν, πείσαντα μετασχεῖν τοῦ πολέμου Καπανέα τε καὶ Ἱππομέδοντα καὶ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως.

τοὺς δὲ περὶ τὸν Πολυνείκην ἐπιβαλέσθαι

v.1.p.501
πείθειν Ἀμφιάραον τὸν μάντιν συστρατεύειν αὐτοῖς ἐπὶ τὰς Θήβας· τοῦ δὲ προγινώσκοντος ὡς ἀπολεῖται συστρατεύσας αὐτοῖς, καὶ διὰ τοῦτο μὴ συγχωροῦντος, Πολυνείκην φασὶ τὸν χρυσοῦν ὅρμον, ὃν Ἀφροδίτην μυθολογοῦσιν Ἁρμονίᾳ δωρήσασθαι, δοῦναι τῇ γυναικὶ τῇ Ἀμφιαράου, ὅπως τὸν ἄνδρα πείσῃ συμμαχῆσαι.

καθʼ ὃν δὴ χρόνον Ἀμφιαράου πρὸς Ἄδραστον στασιάζοντος περὶ τῆς βασιλείας, ὁμολογίας θέσθαι πρὸς ἀλλήλους, καθʼ ἃς ἐπέτρεπον κρῖναι περὶ τῶν ἀμφισβητουμένων Ἐριφύλην, γυναῖκα μὲν οὖσαν Ἀμφιαράου, ἀδελφὴν δʼ Ἀδράστου. τῆς δὲ τὸ νίκημα περιθείσης Ἀδράστῳ καὶ περὶ τῆς ἐπὶ Θήβας στρατείας ἀποφηναμένης δεῖν στρατεύειν, ὁ μὲν Ἀμφιάραος δόξας ὑπὸ τῆς γυναικὸς προδεδόσθαι συστρατεύσειν μὲν ὡμολόγησεν, ἐντολὰς δὲ ἔδωκεν Ἀλκμαίωνι τῷ υἱῷ μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἀνελεῖν τὴν Ἐριφύλην.

οὗτος μὲν οὖν ὕστερον κατὰ τὰς τοῦ πατρὸς ἐντολὰς ἀνεῖλε τὴν μητέρα, καὶ διὰ τὴν συνείδησιν τοῦ μύσους εἰς μανίαν περιέστη· οἱ δὲ περὶ τὸν Ἄδραστον καὶ Πολυνείκην καὶ Τυδέα προσλαβόμενοι τέτταρας ἡγεμόνας, Ἀμφιάραόν τε καὶ Καπανέα καὶ Ἱππομέδοντα, ἔτι δὲ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως, ἐστράτευσαν ἐπὶ τὰς Θήβας, ἔχοντες δύναμιν ἀξιόλογον.

μετὰ δὲ ταῦτα Ἐτεοκλῆς μὲν καὶ Πολυνείκης ἀλλήλους ἀνεῖλον, Καπανεὺς δὲ

v.1.p.502
βιαζόμενος καὶ διὰ κλίμακος ἀναβαίνων ἐπὶ τὸ τεῖχος ἐτελεύτησεν, Ἀμφιάραος δὲ χανούσης τῆς γῆς ἐμπεσὼν εἰς τὸ χάσμα μετὰ τοῦ ἅρματος ἄφαντος ἐγένετο.

ὁμοίως δὲ καὶ τῶν ἄλλων ἡγεμόνων ἀπολομένων πλὴν Ἀδράστου, καὶ πολλῶν στρατιωτῶν πεσόντων, οἱ μὲν Θηβαῖοι τὴν ἀναίρεσιν τῶν νεκρῶν οὐ συνεχώρησαν, ὁ δʼ Ἄδραστος καταλιπὼν ἀτάφους τοὺς τετελευτηκότας ἐπανῆλθεν εἰς Ἄργος. ἀτάφων δὲ μενόντων τῶν ὑπὸ τὴν Καδμείαν πεπτωκότων σωμάτων, καὶ μηδενὸς τολμῶντος θάπτειν, Ἀθηναῖοι διαφέροντες τῶν ἄλλων χρηστότητι πάντας τοὺς ὑπὸ τὴν Καδμείαν πεπτωκότας ἔθαψαν.