Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἐπεὶ δὲ περὶ Ἡρακλέους καὶ τῶν ἀπογόνων αὐτοῦ διήλθομεν, οἰκεῖον ἂν εἴη περὶ Θησέως εἰπεῖν διὰ τὸ τοῦτον ζηλωτὴν γενέσθαι τῶν Ἡρακλέους ἄθλων. Θησεὺς τοίνυν γεγονὼς Αἴθρας τῆς Πιτθέως καὶ Ποσειδῶνος, τραφεὶς ἐν Τροιζῆνι παρὰ Πιτθεῖ τῷ μητροπάτορι, καὶ τὰ μυθολογούμενα σύμβολα ἀνῃρημένος τὰ ὑπὸ Αἰγέως ὑπό τινι πέτρᾳ τεθειμένα, κατήντησεν εἰς τὰς Ἀθήνας. διεξιὼν δʼ, ὥς φασι, τὴν παραθαλάττιον, καὶ ζηλωτὴς ὢν τῆς Ἡρακλέους ἀρετῆς, ἐπεβάλετο τελεῖν ἄθλους περιέχοντας ἀποδοχήν τε καὶ δόξαν.

πρῶτον μὲν οὖν ἀνεῖλε τὸν ὀνομαζόμενον Κορυνήτην, χρώμενον τῇ προσαγορευομένῃ κορύνῃ, ὅπερ ἦν ὅπλον ἀμυντήριον, καὶ τοὺς παριόντας ἀποκτείνοντα, δεύτερον δὲ τὸν ἐν Ἰσθμῷ κατοικοῦντα Σίνιν.

οὗτος γὰρ δύο πίτυς κάμπτων, καὶ πρὸς ἑκατέραν τὸν ἕνα βραχίονα προσδεσμεύων, ἄφνω τὰς πίτυς ἠφίει· διόπερ τῶν σωμάτων διὰ τὴν βίαν ἀποσπωμένων συνέβαινε τοὺς ἀτυχοῦντας μετὰ μεγάλης τιμωρίας τελευτᾶν.

τρίτον δὲ τὴν ἐν Κρομμυῶνι ὑπάρχουσαν ὗν ἀγρίαν, διαφέρουσαν ἀλκῇ τε καὶ μεγέθει καὶ

v.1.p.491
πολλοὺς ἀνθρώπους ἀναιροῦσαν, ἀπέκτεινεν. ἐκόλασε δὲ καὶ Σκείρωνα τὸν οἰκοῦντα τῆς Μεγαρίδος τὰς ὀνομαζομένας ἀπʼ ἐκείνου Σκειρωνίδας πέτρας· οὗτος γὰρ εἰώθει τοὺς παριόντας ἀναγκάζειν ἀπονίπτειν ἑαυτὸν ἐπί τινος ἀποκρήμνου τόπου, λακτίσματι δʼ ἄφνω τύπτων περιεκύλιε κατὰ τῶν κρημνῶν εἰς θάλατταν κατὰ τὴν ὀνομαζομένην Χελώνην.

ἀνεῖλε δὲ καὶ περὶ τὴν Ἐλευσῖνα Κερκυόνα τὸν διαπαλαίοντα τοῖς παριοῦσι καὶ τὸν ἡττηθέντα διαφθείροντα. μετὰ δὲ ταῦτα τὸν ὀνομαζόμενον Προκρούστην ἀπέκτεινε, τὸν οἰκοῦντα ἐν τῷ λεγομένῳ Κορυδαλλῷ τῆς Ἀττικῆς· οὗτος δὲ τοὺς παριόντας ὁδοιπόρους ἠνάγκαζεν ἐπί τινος κλίνης ἀναπίπτειν, καὶ τῶν μὲν μακροτέρων τὰ ὑπερέχοντα μέρη τοῦ σώματος ἀπέκοπτε, τῶν δʼ ἐλαττόνων τοὺς πόδας προέκρουεν, ἀφʼ οὗπερ Προκρούστης ὠνομάσθη.

κατορθώσας δὲ τὰ προειρημένα κατήντησεν εἰς τὰς Ἀθήνας, καὶ τὸν Αἰγέα διὰ τῶν συμβόλων ἀνεγνώρισε. μετὰ δὲ ταῦτα τὸν ἐν Μαραθῶνι ταῦρον, ὃν Ἡρακλῆς τελῶν ἆθλον ἐκ Κρήτης ἀπήγαγεν εἰς Πελοπόννησον, συμπλακεὶς καὶ κρατήσας τοῦ ζῴου ἀπήγαγεν εἰς τὰς Ἀθήνας· τοῦτον δʼ Αἰγεὺς παραλαβὼν ἔθυσεν Ἀπόλλωνι.