Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

μετὰ δὲ ταῦτα οἱ μὲν Ἡρακλεῖδαι πάντες περιβοήτῳ μάχῃ νενικηκότες τὸν Εὐρυσθέα, καὶ διὰ τὴν εὐημερίαν συμμάχων εὐπορήσαντες, ἐστράτευσαν ἐπὶ τὴν Πελοπόννησον Ὕλλου στρατηγοῦντος.

Ἀτρεὺς δὲ μετὰ τὴν Εὐρυσθέως τελευτὴν καταλαβόμενος τὴν ἐν Μυκήναις βασιλείαν, καὶ προσλαβόμενος συμμάχους Τεγεάτας καί τινας ἄλλους, ἀπήντησε τοῖς Ἡρακλείδαις.

κατὰ δὲ τὸν Ἰσθμὸν τῶν στρατοπέδων ἀθροισθέντων, Ὕλλος μὲν ὁ Ἡρακλέους εἰς μονομαχίαν προεκαλέσατο τῶν πολεμίων τὸν βουλόμενον, ὁμολογίας θέμενος τοιαύτας, εἰ μὲν Ὕλλος νικήσαι τὸν

v.1.p.489
ἀντιταχθέντα, παραλαβεῖν Ἡρακλείδας τὴν Εὐρυσθέως βασιλείαν, εἰ δʼ Ὕλλος λειφθείη, μὴ κατιέναι τοὺς Ἡρακλείδας εἰς Πελοπόννησον ἐντὸς ἐτῶν πεντήκοντα.

καταβάντος δʼ εἰς τὴν πρόκλησιν Ἐχέμου τοῦ βασιλέως τῶν Τεγεατῶν, καὶ τῆς μονομαχίας γενομένης, ὁ μὲν Ὕλλος ἀνῃρέθη, οἱ δʼ Ἡρακλεῖδαι κατὰ τὰς ὁμολογίας ἀπέστησαν τῆς καθόδου καὶ τὴν εἰς Τρικόρυθον ἐπάνοδον ἐποιήσαντο.

μετὰ δέ τινας χρόνους Λικύμνιος μὲν μετὰ τῶν παίδων καὶ Τληπολέμου τοῦ Ἡρακλέους, ἑκουσίως τῶν Ἀργείων αὐτοὺς προσδεξαμένων, ἐν Ἀργει κατῴκησαν, οἱ δʼ ἄλλοι πάντες ἐν Τρικορύθῳ κατῴκησαν· ὡς δʼ ὁ πεντηκονταετὴς χρόνος διῆλθε, κατῆλθον εἰς Πελοπόννησον· ὧν τὰς πράξεις ἀναγράψομεν, ὅταν εἰς ἐκείνους τοὺς χρόνους παραγενηθῶμεν.

Ἀλκμήνη δʼ εἰς Θήβας καταντήσασα, καὶ μετὰ ταῦτʼ ἄφαντος γενομένη, τιμῶν ἰσοθέων ἔτυχε παρὰ τοῖς Θηβαίοις. τοὺς δʼ ἄλλους Ἡρακλείδας φασὶν ἐλθόντας παρʼ Αἰγίμιον τὸν Δώρου τὴν πατρῴαν τῆς χώρας παρακαταθήκην ἀπαιτήσαντας μετὰ Δωριέων κατοικῆσαι.

Τληπόλεμον δὲ τὸν Ἡρακλέους ἐν Ἄργει κατοικοῦντα λέγουσιν ἀνελεῖν Λικύμνιον τὸν Ἠλεκτρύωνος ἐρίσαντα περί τινων, διὰ δὲ τὸν φόνον τοῦτον ἐξ Ἄργους φυγόντα εἰς Ῥόδον μετοικῆσαι· τὴν δὲ νῆσον ταύτην τότε κατῴκουν Ἕλληνες οἱ ὑπὸ Τριόπα τοῦ Φόρβαντος κατοικισθέντες.

τὸν δʼ οὖν Τληπόλεμον κοινῇ μετὰ

v.1.p.490
τῶν ἐγχωρίων τριμερῆ ποιῆσαι τὴν Ῥόδον, καὶ τρεῖς ἐν αὐτῇ καταστῆσαι πόλεις, Λίνδον, Ἰήλυσον, Κάμειρον· βασιλεῦσαι δʼ αὐτὸν πάντων τῶν Ῥοδίων διὰ τὴν τοῦ πατρὸς Ἡρακλέους δόξαν, καὶ κατὰ τοὺς ὕστερον χρόνους μετʼ Ἀγαμέμνονος ἐπὶ τὴν Τροίαν στρατεῦσαι.