Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἅμα δὲ τούτοις πραττομένοις Ἱππόνουν ἐν Ὠλένῳ πρὸς τὴν θυγατέρα Περίβοιαν, φάσκουσαν αὑτὴν ἐξ Ἄρεος ὑπάρχειν ἔγκυον, διενεχθέντα πέμψαι ταύτην εἰς Αἰτωλίαν πρὸς Οἰνέα καὶ παρακελεύσασθαι ταύτην ἀφανίσαι τὴν ταχίστην.

ὁ δʼ Οἰνεὺς ἀπολωλεκὼς προσφάτως υἱὸν καὶ γυναῖκα, τὸ μὲν ἀποκτεῖναι τὴν Περίβοιαν ἀπέγνω, γήμας δʼ αὐτὴν ἐγέννησεν υἱὸν Τυδέα. τὰ μὲν οὖν περὶ Μελέαγρον καὶ Ἀλθαίαν, ἔτι δʼ Οἰνέα τοιαύτης ἔτυχε διεξόδου.

Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις βουλόμενος χαρίσασθαι τὸν Ἀχελῷον ποταμὸν ἀπέστρεψε, καὶ ῥύσιν ἄλλην κατασκευάσας ἀπέλαβε χώραν πολλὴν καὶ πάμφορον, ἀρδευομένην ὑπὸ τοῦ προειρημένου ῥείθρου.

διὸ καὶ τῶν ποιητῶν τινας μυθοποιῆσαι τὸ πραχθέν· παρεισήγαγον γὰρ τὸν Ἡρακλέα πρὸς τὸν Ἀχελῷον συνάψαι μάχην, ὡμοιωμένου τοῦ ποταμοῦ ταύρῳ, κατὰ δὲ τὴν συμπλοκὴν θάτερον τῶν κεράτων κλάσαντα δωρήσασθαι τοῖς Αἰτωλοῖς, ὃ προσαγορεῦσαι κέρας Ἀμαλθείας. ἐν ᾧ πλάττουσι πλῆθος ὑπάρχειν πάσης ὀπωρινῆς ὥρας, βοτρύων τε καὶ μήλων καὶ τῶν ἄλλων τῶν

v.1.p.453
τοιούτων, αἰνιττομένων τῶν ποιητῶν κέρας μὲν τοῦ Ἀχελῴου τὸ διὰ τῆς διώρυχος φερόμενον ῥεῖθρον, τὰ δὲ μῆλα καὶ τὰς ῥόας καὶ τοὺς βότρυς δηλοῦν τὴν καρποφόρον χώραν τὴν ὑπὸ τοῦ ποταμοῦ ἀρδευομένην καὶ τὸ πλῆθος τῶν καρποφορούντων φυτῶν· Ἀμαλθείας δʼ εἶναι κέρας οἱονεί τινος ἀμαλακιστίας, δι’ ἧς τὴν εὐτονίαν τοῦ κατασκευάσαντος δηλοῦσθαι.

Ἡρακλῆς δὲ τοῖς Καλυδωνίοις συστρατεύσας ἐπὶ Θεσπρωτοὺς πόλιν τε Ἐφύραν κατὰ κράτος εἷλε καὶ Φυλέα τὸν βασιλέα τῶν Θεσπρωτῶν ἀπέκτεινε. λαβὼν δὲ αἰχμάλωτον τὴν θυγατέρα τοῦ Φυλέως ἐπεμίγη ταύτῃ καὶ ἐτέκνωσε Τληπόλεμον.

μετὰ δὲ τὸν Δηιανείρας γάμον τρισὶν ὕστερον ἔτεσι δειπνῶν παρʼ Οἰνεῖ, διακονοῦντος Εὐρυνόμου τοῦ Ἀρχιτέλους υἱοῦ, παιδὸς τὴν ἡλικίαν, ἁμαρτάνοντος δʼ ἐν τῷ διακονεῖν, πατάξας κονδύλῳ, καὶ βαρυτέρας τῆς πληγῆς γενομένης, ἀπέκτεινεν ἀκουσίως τὸν παῖδα.

περιαλγὴς δὲ γενόμενος ἐπὶ τῷ πάθει πάλιν ἐκ τῆς Καλυδῶνος ἑκουσίως ἔφυγε μετὰ τῆς γυναικὸς Δηιανείρας καὶ Ὕλλου τοῦ ἐκ ταύτης, παιδὸς ὄντος τὴν ἡλικίαν. ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὐηνὸν ποταμὸν, κατέλαβε Νέσσον τὸν Κένταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν.