Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ὁ δʼ Εὔρυτος διὰ τὴν ἐκ τῆς Μεγάρας γενομένην ἀτυχίαν εὐλαβηθείς, ἀπεκρίθη βουλεύσεσθαι περὶ τοῦ γάμου. ὁ δʼ ἀποτυχὼν τῆς μνηστείας διὰ τὴν ἀτιμίαν ἐξήλασε τὰς ἵππους τοῦ Εὐρύτου.

Ἰφίτου δὲ τοῦ Εὐρύτου τὸ γεγονὸς ὑποπτεύσαντος καὶ παραγενομένου κατὰ ζήτησιν τῶν ἵππων εἰς Τίρυνθα, τοῦτον μὲν ἀναβιβάσας ὁ Ἡρακλῆς ἐπί τινα πύργον ὑψηλὸν ἐκέλευσεν ἀφορᾶν μή που νεμόμεναι τυγχάνουσιν· οὐ δυναμένου δὲ κατανοῆσαι τοῦ Ἰφίτου, φήσας αὐτὸν ψευδῶς κατῃτιᾶσθαι τὴν κλοπὴν κατεκρήμνισεν ἀπὸ τοῦ πύργου.

διὰ δὲ τὸν τούτου θάνατον Ἡρακλῆς νοσήσας παρῆλθεν εἰς Πύλον πρὸς Νηλέα, καὶ παρεκάλεσεν αὐτὸν καθᾶραι τὸν φόνον. ὁ μὲν οὖν Νηλεὺς βουλευσάμενος μετὰ τῶν υἱῶν ἔλαβε πάντας πλὴν Νέστορος τοῦ νεωτάτου συγκαταινοῦντας μὴ προσδέξασθαι τὸν καθαρμόν·

ὁ δʼ Ἡρακλῆς τότε μὲν παρελθὼν πρὸς Δηίφοβον τὸν Ἱππολύτου καὶ πείσας αὐτὸν ἐκαθάρθη, οὐ δυνάμενος δʼ ἀπολυθῆναι τῆς νόσου ἐπηρώτησε τὸν Ἀπόλλω περὶ τῆς θεραπείας. τούτου δὲ χρήσαντος ὅτι ῥᾷον οὕτως ἀπολυθήσεται τῆς νόσου, εἰ πραθεὶς

v.1.p.445
δικαίως τὴν ἑαυτοῦ τιμὴν ἀποδοίη τοῖς Ἰφίτου παισίν, ἀναγκαζόμενος πείθεσθαι ὑπὸ τῆς νόσου τῷ χρησμῷ μετά τινων φίλων ἔπλευσεν εἰς τὴν Ἀσίαν. ἐκεῖ δʼ ὑπομείνας ἑκουσίως ὑπό τινος τῶν φίλων ἐπράθη, καὶ παρθένου δοῦλος ἐγένετο Ὀμφάλης τῆς Ἰαρδάνου, βασιλευούσης τῶν τότε Μαιόνων, νῦν δὲ Λυδῶν ὀνομαζομένων.

καὶ τὴν μὲν τιμὴν ὁ ἀποδόμενος τὸν Ἡρακλέα τοῖς Ἰφίτου παισὶν ἀπέδωκε κατὰ τὸν χρησμόν, ὁ δʼ Ἡρακλῆς ὑγιασθεὶς καὶ δουλεύων τῇ Ὀμφάλῃ τοὺς κατὰ τὴν χώραν λῃστεύοντας ἐκόλασε.

τοὺς μὲν γὰρ ὀνομαζομένους Κέρκωπας, λῃστεύοντας καὶ πολλὰ κακὰ διεργαζομένους, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ζωγρήσας δεδεμένους παρέδωκε τῇ Ὀμφάλῃ· Συλέα δὲ τοὺς παριόντας ξένους συναρπάζοντα καὶ τοὺς ἀμπελῶνας σκάπτειν ἀναγκάζοντα τῷ σκαφείῳ πατάξας ἀπέκτεινεν· Ἰτώνων δὲ λεηλατούντων πολλὴν τῆς ὑπὸ Ὀμφάλῃ χώρας, τήν τε λείαν ἀφείλετο καὶ τὴν πόλιν, ἐξ ἧς ἐποιοῦντο τὴν ὁρμήν, ἐκπορθήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψεν.

ἡ δʼ Ὀμφάλη ἀποδεχομένη τὴν ἀνδρείαν τὴν Ἡρακλέους, καὶ πυθομένη τίς ἐστι καὶ τίνων, ἐθαύμασε τὴν ἀρετήν, ἐλεύθερον δʼ ἀφεῖσα καὶ συνοικήσασα αὐτῷ Λάμον ἐγέννησε. προϋπῆρχε δὲ τῷ Ἡρακλεῖ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόδαιος.

μετὰ δὲ ταῦτα ἐπανελθὼν εἰς Πελοπόννησον

v.1.p.446
ἐστράτευσεν εἰς Ἴλιον, ἐγκαλῶν Λαομέδοντι τῷ βασιλεῖ. οὗτος γὰρ Ἡρακλέους στρατεύοντος μετὰ Ἰάσονος ἐπὶ τὸ χρυσόμαλλον δέρος, καὶ τὸ κῆτος ἀνελόντος, ἀπεστέρησε τῶν ὡμολογημένων ἵππων, περὶ ὧν ἐν τοῖς Ἀργοναύτοις τὰ κατὰ μέρος μικρὸν ὕστερον διέξιμεν.

καὶ τότε μὲν διὰ τὴν μετʼ Ἰάσονος στρατείαν ἀσχοληθείς, ὕστερον δὲ λαβὼν καιρὸν ἐπὶ τὴν Τροίαν ἐστράτευσεν, ὡς μέν τινές φασι, ναυσὶ μακραῖς ὀκτωκαίδεκα, ὡς δὲ Ὅμηρος γέγραφεν, ἓξ ταῖς ἁπάσαις, ἐν οἷς παρεισάγει τὸν υἱὸν αὐτοῦ Τληπόλεμον λέγοντα

ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα, ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς.

ὁ δʼ οὖν Ἡρακλῆς καταπλεύσας εἰς τὴν Τρῳάδα αὐτὸς μὲν μετὰ τῶν ἀρίστων προῆγεν ἐπὶ τὴν πόλιν, ἐπὶ δὲ τῶν νεῶν ἀπέλιπεν ἡγεμόνα τὸν Ἀμφιαράου υἱὸν Οἰκλέα. Λαομέδων δʼ ἀπροσδοκήτου τῆς παρουσίας τῶν πολεμίων γενομένης δύναμιν ἀξιόλογον συναγαγεῖν ἐξεκλείσθη διὰ τὴν ὀξύτητα τῶν καιρῶν, ἀθροίσας δʼ ὅσους ἐδύνατο, μετὰ τούτων ἦλθεν ἐπὶ τὰς ναῦς, ἐλπίζων, εἰ ταύτας ἐμπρήσειε, τέλος ἐπιθήσειν τῷ πολέμῳ. τοῦ δὲ Οἰκλέους ἀπαντήσαντος, ὁ μὲν στρατηγὸς Οἰκλῆς ἔπεσεν, οἱ δὲ λοιποὶ συνδιωχθέντες εἰς τὰς ναῦς ἔφθασαν ἀναπλεύσαντες

v.1.p.447
ἀπὸ τῆς γῆς.

Λαομέδων δʼ ἐπανελθὼν καὶ πρὸς τῇ πόλει τοῖς μεθʼ Ἡρακλέους συμβαλὼν αὐτός τε ἔπεσε καὶ τῶν συναγωνιζομένων οἱ πλείους· Ἡρακλῆς δὲ τὴν πόλιν ἑλὼν κατὰ κράτος καὶ πολλοὺς ἐν χειρῶν νόμῳ κατασφάξας, Πριάμῳ τὴν βασιλείαν ἀπέδωκε τῶν Ἰλιαδῶν διὰ τὴν δικαιοσύνην·

οὗτος γὰρ μόνος τῶν υἱῶν τοῦ Λαομέδοντος ἐναντιούμενος τῷ πατρὶ τὰς ἵππους ἀποδοῦναι συνεβούλευσεν τῷ Ἡρακλεῖ κατὰ τὰς ἐπαγγελίας. ὁ δʼ Ἡρακλῆς ἐστεφάνωσε Τελαμῶνα ἀριστείοις, δοὺς αὐτῷ τὴν Λαομέδοντος θυγατέρα Ἡσιόνην· οὗτος γὰρ κατὰ τὴν πολιορκίαν πρῶτος βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν, Ἡρακλέους προσβαλόντος κατὰ τὸ καρτερώτατον μέρος τοῦ τείχους τῆς ἀκροπόλεως.