Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τὸν μὲν οὖν πρῶτον Διόνυσον ἐξ Ἄμμωνος καὶ Ἀμαλθείας γενόμενον τοιαύτας οἱ Λίβυες ἱστοροῦσιν ἐπιτελέσασθαι πράξεις· τὸν δὲ δεύτερόν φασιν ἐξ Ἰοῦς τῆς Ἰνάχου Διὶ γενόμενον βασιλεῦσαι μὲν τῆς Αἰγύπτου, καταδεῖξαι δὲ τὰς τελετάς· τελευταῖον δὲ τὸν ἐκ Διὸς καὶ Σεμέλης τεκνωθέντα παρὰ τοῖς Ἕλλησι ζηλωτὴν γενέσθαι τῶν προτέρων.

τὰς δʼ ἀμφοτέρων προαιρέσεις μιμησάμενον στρατεῦσαι μὲν ἐπὶ πᾶσαν τὴν οἰκουμένην, στήλας δʼ οὐκ ὀλίγας ἀπολιπεῖν τῶν ὅρων τῆς στρατείας· καὶ τὴν μὲν χώραν ἐξημεροῦν ταῖς φυτείαις, στρατιώτιδας δʼ ἐπιλέξασθαι γυναῖκας, καθάπερ καὶ ὁ παλαιὸς τὰς Ἀμαζόνας. ἐνεργῆσαι δʼ ἐπὶ πλέον καὶ τὰ περὶ τοὺς ὀργιασμούς, καὶ τελετὰς ἃς μὲν μεταθεῖναι πρὸς τὸ κρεῖττον, ἃς δʼ ἐπινοῆσαι.

διὰ δὲ τὸ πλῆθος τοῦ χρόνου τῶν προτέρων εὑρετῶν ἀγνοηθέντων ὑπὸ

v.1.p.390
τῶν πολλῶν, τοῦτον κληρονομῆσαι τὴν τῶν προγενεστέρων προαίρεσίν τε καὶ δόξαν. οὐκ ἐπὶ τούτου δὲ μόνου συμβῆναι τὸ προειρημένον, ἀλλὰ καὶ μετὰ ταῦτʼ ἐφʼ Ἡρακλέους.

δυοῖν γὰρ ὄντων τῶν προγενεστέρων τῶν τὴν αὐτὴν ἐσχηκότων προσηγορίαν, τὸν μὲν ἀρχαιότατον Ἡρακλέα μυθολογεῖσθαι γεγονέναι παρʼ Αἰγυπτίοις, καὶ πολλὴν τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρεψάμενον θέσθαι τὴν ἐπὶ τῆς Λιβύης στήλην, τὸν δὲ δεύτερον ἐκ Κρήτης ἕνα τῶν Ἰδαίων ὄντα Δακτύλων καὶ γενόμενον γόητα καὶ στρατηγικὸν συστήσασθαι τὸν Ὀλυμπικὸν ἀγῶνα· τὸν δὲ τελευταῖον μικρὸν πρὸ τῶν Τρωικῶν ἐξ Ἀλκμήνης καὶ Διὸς τεκνωθέντα πολλὴν ἐπελθεῖν τῆς οἰκουμένης, ὑπηρετοῦντα τοῖς Εὐρυσθέως προστάγμασιν.

ἐπιτυχόντα δὲ πᾶσι τοῖς ἄθλοις θέσθαι μὲν καὶ στήλην τὴν ἐπὶ τῆς Εὐρώπης, διὰ δὲ τὴν ὁμωνυμίαν καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα χρόνων ἐπιγενομένων τελευτήσαντα κληρονομῆσαι τὰς τῶν ἀρχαιοτέρων πράξεις, ὡς ἑνὸς Ἡρακλέους γεγονότος ἐν παντὶ τῷ πρότερον αἰῶνι.

ὑπὲρ δὲ τοῦ πλείους Διονύσους γεγονέναι σὺν ἄλλαις ἀποδείξεσι πειρῶνται φέρειν τὴν ἐκ τῆς Τιτανομαχίας· συμφωνουμένου γὰρ παρὰ πᾶσιν ὅτι Διόνυσος τῷ Διὶ συνηγωνίσατο τὸν πρὸς τοὺς Τιτᾶνας πόλεμον, οὐδαμῶς πρέπειν φασὶ τὴν τῶν Τιτάνων γενεὰν τιθέναι κατὰ τοὺς τῆς Σεμέλης χρόνους οὐδὲ Κάδμον τὸν Ἀγήνορος ἀποφαίνεσθαι πρεσβύτερον εἶναι τῶν

v.1.p.391
Ὀλυμπίων θεῶν. οἱ μὲν οὖν Λίβυες περὶ Διονύσου τοιαῦτα μυθολογοῦσιν· ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ πρόθεσιν τετελεκότες αὐτοῦ περιγράψομεν τὴν τρίτην βίβλον.

v.1.p.392

τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Διοδώρου βίβλων.

προοίμιον περὶ τῶν μυθολογουμένων παρὰ τοῖς ἱστοριογράφοις.

περὶ Διονύσου καὶ Πριάπου καὶ Ἑρμαφροδίτου καὶ Μουσῶν.

περὶ Ἡρακλέους καὶ τῶν δώδεκα ἄθλων καὶ τῶν ἄλλων τῶν πραχθέντων ὑπʼ αὐτοῦ μέχρι τῆς ἀποθεώσεως.

περὶ τῶν Ἀργοναυτῶν καὶ Μηδείας καὶ τῶν Πελίου θυγατέρων.

περὶ τῶν ἀπογόνων τοῦ Ἡρακλέους.

περὶ Θησέως καὶ τῶν ἄθλων αὐτοῦ.

περὶ τῶν ἑπτὰ ἐπὶ Θήβας.

περὶ τῶν ἐπιγόνων τῶν ἑπτὰ ἐπὶ Θήβας.

περὶ Νηλέως καὶ τῶν ἀπογόνων αὐτοῦ.

περὶ Λαπιθῶν καὶ Κενταύρων.

περὶ Ἀσκληπιοῦ καὶ τῶν ἀπογόνων αὐτοῦ.

περὶ τῶν Ἀσωποῦ θυγατέρων καὶ τῶν Αἰακῷ γενομένων υἱῶν.

περὶ Πέλοπος καὶ Ταντάλου καὶ Οἰνομάου καὶ Νιόβης.

περὶ Δαρδάνου καὶ τῶν ἀπογόνων αὐτοῦ μέχρι Πριάμου.

περὶ Δαιδάλου καὶ Μινωταύρου καὶ τῆς Μίνω στρατείας ἐπὶ Κώκαλον τὸν βασιλέα.

περὶ Ἀρισταίου καὶ Δάφνιδος καὶ Ἔρυκος, ἔτι δὲ Ὠρίωνος.

v.1.p.393

οὐκ ἀγνοῶ μὲν ὅτι τοῖς τὰς παλαιὰς μυθολογίας συνταττομένοις συμβαίνει κατὰ τὴν γραφὴν ἐν πολλοῖς ἐλαττοῦσθαι. ἡ μὲν γὰρ τῶν ἀναγραφομένων ἀρχαιότης δυσεύρετος οὖσα πολλὴν ἀπορίαν παρέχεται τοῖς γράφουσιν, ἡ δὲ τῶν χρόνων ἀπαγγελία τὸν ἀκριβέστατον ἔλεγχον οὐ προσδεχομένη καταφρονεῖν ποιεῖ τῆς ἱστορίας τοὺς ἀναγινώσκοντας· πρὸς δὲ τούτοις ἡ ποικιλία καὶ τὸ πλῆθος τῶν γενεαλογουμένων ἡρώων τε καὶ ἡμιθέων καὶ τῶν ἄλλων ἀνδρῶν δυσέφικτον ἔχει τὴν ἀπαγγελίαν· τὸ δὲ μέγιστον καὶ πάντων ἀτοπώτατον, ὅτι συμβαίνει τοὺς ἀναγεγραφότας τὰς ἀρχαιοτάτας πράξεις τε καὶ μυθολογίας ἀσυμφώνους εἶναι πρὸς ἀλλήλους.