Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ὄφεων δὲ γένη παντοδαπὰ καὶ τοῖς μεγέθεσιν ἄπιστα θεωρεῖσθαί φασιν οἱ τὴν πλησίον τῆς ἐρήμου καὶ θηριώδους κατοικοῦντες. ἑκατὸν γὰρ πηχῶν τὸ μῆκος ἑορακέναι τινὲς ἀποφαινόμενοι δικαίως ἂν οὐχ ὑφʼ ἡμῶν μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων ψευδολογεῖν ὑποληφθείησαν· προστιθέασι γὰρ τῷ διαπιστουμένῳ πολλῷ παραδοξότερα, λέγοντες ὅτι τῆς χώρας οὔσης πεδιάδος, ὅταν τὰ μέγιστα τῶν θηρίων περισπειραθῇ, ποιεῖ ταῖς ἐγκυκλωθείσαις ἐπʼ ἀλλήλαις σπείραις ἀναστήματα πόρρωθεν

v.1.p.317
φαινόμενα λόφῳ παραπλήσια.

τῷ μὲν οὖν μεγέθει τῶν ῥλθέντων θηρίων οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο· περὶ δὲ τῶν μεγίστων θηρίων τῶν εἰς ὄψιν ἐληλυθότων καὶ κομισθέντων ἔν τισιν ἀγγείοις εὐθέτοις εἰς τὴν Ἀλεξάνδρειαν ποιησόμεθα τὴν ἀναγραφήν, προστιθέντες καὶ τῆς θήρας τὴν κατὰ μέρος οἰκονομίαν.

ὁ γὰρ δεύτερος Πτολεμαῖος, περί τε τὴν τῶν ἐλεφάντων κυνηγίαν φιλοτιμηθεὶς καὶ τοῖς τὰς παραδόξους θήρας τῶν ἀλκιμωτάτων ζῴων ποιουμένοις μεγάλας ἀπονέμων δωρεάς, πολλὰ δὲ χρήματα δαπανήσας εἰς ταύτην τὴν ἐπιθυμίαν, ἐλέφαντάς τε συχνοὺς πολεμιστὰς περιεποιήσατο καὶ τῶν ἄλλων ζῴων ἀθεωρήτους καὶ παραδόξους φύσεις ἐποίησεν εἰς γνῶσιν ἐλθεῖν τοῖς Ἕλλησι.

διὸ καί τινες τῶν κυνηγῶν, ὁρῶντες τὴν τοῦ βασιλέως μεγαλοψυχίαν ἐν ταῖς δωρεαῖς, συστραφέντες εἰς ἱκανὸν πλῆθος ἔκριναν παραβαλέσθαι ταῖς ψυχαῖς, καὶ τῶν μεγάλων ὄφεων ἕνα θηρεύσαντες ἀνακομίσαι ζῶντα εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὸν Πτολεμαῖον.

μεγάλης δʼ οὔσης καὶ παραδόξου τῆς ἐπιβολῆς, ἡ τύχη συνεργήσασα ταῖς ἐπινοίαις αὐτῶν καὶ τὸ τέλος οἰκεῖον περιεποίησε τῆς πράξεως. σκοπεύσαντες γὰρ ἕνα τῶν ὄφεων τριάκοντα πηχῶν διατρίβοντα περὶ τὰς συστάσεις τῶν ὑδάτων, τὸν μὲν ἄλλον χρόνον ἀκίνητον τοῦ σώματος τὸ κύκλωμα τηροῦντα, κατὰ δὲ τὰς ἐπιφανείας τῶν διὰ τὴν δίψαν ζῴων φοιτώντων

v.1.p.318
ἐπὶ τὸν τόπον ἄφνω διανιστάμενον, καὶ τῷ μὲν στόματι διαρπάζοντα, τῷ δὲ σπειράματι καταπλέκοντα τὸν ὄγκον τῶν φανέντων ζῴων, ὥστε μηδενὶ τρόπῳ δύνασθαι τὸ παραπεσὸν ἐκφυγεῖν —, προμήκους οὖν ὄντος τοῦ ζῴου καὶ νωθροῦ τὴν φύσιν ἐλπίσαντες βρόχοις καὶ σειραῖς κυριεύσειν, τὸ μὲν πρῶτον παρῆσαν ἐπʼ αὐτὸ τεθαρρηκότες,

ἔχοντες ἐξηρτυμένα πάντα τὰ πρὸς τὴν χρείαν, ὡς δʼ ἐπλησίαζον, ἀεὶ μᾶλλον ἐξεπλήττοντο τῷ δέει, θεωροῦντες ὄμμα πυρωπὸν καὶ λιχμωμένην πάντῃ τὴν γλῶτταν, ἔτι δὲ τῇ τραχύτητι τῶν φολίδων ἐν τῇ διὰ τῆς ὕλης πορείᾳ καὶ παρατρίψει ψόφον ἐξαίσιον κατασκευάζοντα, τὸ μέγεθός τε τῶν ὀδόντων ὑπερφυὲς καὶ στόματος ἀγρίαν πρόσοψιν καὶ κυκλώματος ἀνάστημα παράδοξον.

διόπερ τῷ φόβῳ τὰ χρώματα τῶν προσώπων ἀποβεβληκότες δειλῶς ἐπέβαλον τοὺς βρόχους ἀπὸ τῆς οὐρᾶς· τὸ δὲ θηρίον ἅμα τῷ προσάψασθαι τοῦ σώματος τὸν κάλων ἐπεστράφη μετὰ πολλοῦ φυσήματος καταπληκτικῶς, καὶ τὸν μὲν πρῶτον ἁρπάζει τῷ στόματι μετεωρισθὲν ὑπὲρ τῆς κεφαλῆς, καὶ τὰς σάρκας ἔτι ζῶντος κατεσιτεῖτο, τὸν δὲ δεύτερον φεύγοντα τῇ σπείρᾳ πόρρωθεν ἐπεσπάσατο, καὶ περιειληθὲν ἔσφιγγε τὴν κοιλ ίαν τῷ δεσμῷ· οἱ δὲ λοιποὶ πάντες ἐκπλαγέντες διὰ τῆς φυγῆς τὴν σωτηρίαν ἐπορίσαντο.