Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

μηδενὸς δὲ τῆς ἐπιβολῆς καθικομένου. Καμβύσην μὲν γὰρ μεγάλῃ δυνάμει στρατεύσαντα τήν τε στρατιὰν ἀποβαλεῖν ἅπασαν καὶ αὐτὸν τοῖς ὅλοις κινδυνεῦσαι· Σεμίραμιν δέ, τῷ μεγέθει τῶν ἐπιβολῶν καὶ πράξεων διωνομασμένην, ἐπὶ βραχὺ τῆς Αἰθιοπίας προελθοῦσαν ἀπογνῶναι τὴν ἐπὶ τὸ σύμπαν ἔθνος στρατείαν· τούς τε περὶ Ἡρακλέα καὶ Διόνυσον ἐπιόντας ἅπασαν τὴν οἰκουμένην μόνους τοὺς Αἰθίοπας τοὺς ὑπὲρ Αἰγύπτου μὴ καταπολεμῆσαι διά τε τὴν εὐσέβειαν τῶν ἀνδρῶν καὶ τὸ δυσκράτητον τῆς ἐπιβολῆς. φασὶ δὲ καὶ τοὺς Αἰγυπτίους ἑαυτῶν ἀποίκους ὑπάρχειν, Ὀσίριδος ἡγησαμένου τῆς ἀποικίας.

καθόλου γὰρ τὴν νῦν οὖσαν Αἴγυπτον λέγουσιν οὐ χώραν, ἀλλὰ θάλατταν γεγονέναι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν· ὕστερον μέντοι τοῦ Νείλου κατὰ τὰς ἀναβάσεις τὴν ἐκ τῆς Αἰθιοπίας ἰλὺν καταφέροντος ἐκ τοῦ κατʼ ὀλίγον προσχωσθῆναι. ὅτι δʼ ἐστὶν αὐτῶν ἡ χώρα πᾶσα ποταμόχωστος ἐναργεστάτην ἔχειν ἀπόδειξιν τὴν γινομένην κατὰ τὰς ἐκβολὰς τοῦ Νείλου·

καθʼ ἕκαστον γὰρ ἔτος ἀεὶ νέας ἰλύος ἀθροιζομένης πρὸς τὰ στόματα τοῦ ποταμοῦ καθορᾶται τὸ μὲν πέλαγος ἐξωθούμενον τοῖς προσχώμασιν, ἡ δὲ χώρα τὴν αὔξησιν λαμβάνουσα. τὰ δὲ πλεῖστα τῶν νομίμων

v.1.p.271
τοῖς Αἰγυπτίοις ὑπάρχειν Αἰθιοπικά, τηρουμένης τῆς παλαιᾶς συνηθείας παρὰ τοῖς ἀποικισθεῖσι.

τό τε γὰρ τοὺς βασιλεῖς θεοὺς νομίζειν καὶ τὸ περὶ τὰς ταφὰς μάλιστα σπουδάζειν καὶ πολλὰ τοιαῦθʼ ἕτερα πράττειν Αἰθιόπων ὑπάρχειν ἐπιτηδεύματα, τάς τε τῶν ἀγαλμάτων ἰδέας καὶ τοὺς τῶν γραμμάτων τύπους Αἰθιοπικοὺς ὑπάρχειν·

διττῶν γὰρ Αἰγυπτίοις ὄντων γραμμάτων, τὰ μὲν δημώδη προσαγορευόμενα πάντας μανθάνειν, τὰ δʼ ἱερὰ καλούμενα παρὰ μὲν τοῖς Αἰγυπτίοις μόνους γινώσκειν τοὺς ἱερεῖς παρὰ τῶν πατέρων ἐν ἀπορρήτοις μανθάνοντας, παρὰ δὲ τοῖς Αἰθίοψιν ἅπαντας τούτοις χρῆσθαι τοῖς τύποις.

τά τε συστήματα τῶν ἱερέων παραπλησίαν ἔχειν τάξιν παρʼ ἀμφοτέροις τοῖς ἔθνεσι· καθαρεύειν γὰρ ἅπαντας τοὺς περὶ τὴν τῶν θεῶν θεραπείαν ὄντας, ὁμοίως ἐξυρημένους καὶ τὰς στολὰς τὰς αὐτὰς ἔχοντας καὶ τὸν τοῦ σκήπτρου τύπον ἀροτροειδῆ καθεστῶτα, ὃν ἔχοντας τοὺς βασιλεῖς χρῆσθαι πίλοις μακροῖς ἐπὶ τοῦ πέρατος ὀμφαλὸν ἔχουσι καὶ περιεσπειραμένοις ὄφεσιν, οὓς καλοῦσιν ἀσπίδας· τοῦτο δὲ τὸ παράσημον ἔοικε συνεμφαίνειν ὅτι τοὺς ἐπιθέσθαι τολμήσοντας τῷ βασιλεῖ συμβήσεται θανατηφόροις περιπεσεῖν δήγμασι.

πολλὰ δὲ καὶ ἄλλα λέγουσι περὶ τῆς αὑτῶν ἀρχαιότητος καὶ τῆς τῶν Αἰγυπτίων ἀποικίας, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν.