Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἓν δὲ γένος τῶν Ἰχθυοφάγων τοιαύτας ἔχει τὰς οἰκήσεις ὥστε πολλὴν ἀπορίαν παρέχεσθαι τοῖς τὰ τοιαῦτα φιλοτιμουμένοις ζητεῖν· ἐν γὰρ ἀποκρήμνοις φάραγξι καθίδρυνταί τινες, εἰς ἃς ἐξ ἀρχῆς ἦν ἀδύνατον παραβάλλειν τοὺς ἀνθρώπους, ἄνωθεν μὲν ἐπεχούσης πέτρας ὑψηλῆς καὶ πανταχόθεν ἀποτόμου, ἐκ πλαγίων δὲ κρημνῶν ἀπροσίτων ὑφαιρουμένων τὰς παρόδους, τὴν δὲ λοιπὴν πλευρὰν τοῦ πελάγους ὁρίζοντος, ὃ πεζῇ μὲν διελθεῖν ἀδύνατον, σχεδίαις δὲ οὐ χρῶνται τὸ παράπαν, πλοίων τε τῶν παρʼ ἡμῖν ὑπάρχουσιν ἀνεννόητοι.

τοιαύτης δὲ ἀπορίας περὶ αὐτοὺς οὔσης, ὑπολείπεται λέγειν αὐτόχθονας αὐτοὺς ὑπάρχειν, ἀρχὴν μὲν τοῦ πρώτου γένους μηδεμίαν ἐσχηκότας, ἀεὶ δʼ ἐξ αἰῶνος γεγονότας, καθάπερ ἔνιοι τῶν φυσιολόγων περὶ πάντων τῶν φυσιολογουμένων ἀπεφήναντο.

ἀλλὰ γὰρ περὶ μὲν τῶν τοιούτων ἀνεφίκτου τῆς ἐπινοίας ἡμῖν οὔσης οὐδὲν κωλύει τοὺς τὰ πλεῖστα ἀποφηναμένους ἐλάχιστα γινώσκειν, ὡς ἂν τῆς ἐν τοῖς λόγοις πιθανότητος τὴν μὲν ἀκοὴν πειθούσης, τὴν δʼ ἀλήθειαν οὐδαμῶς εὑρισκούσης.