Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τῆς μὲν οὖν ξηρᾶς τροφῆς τὸν εἰρημένον τρόπον εὐποροῦσι, τῆς δʼ ὑγρᾶς παράδοξον ἔχουσι καὶ παντελῶς ἀπιστουμένην τὴν χρῆσιν. ταῖς μὲν γὰρ θήραις προσκαρτεροῦσιν ἐφʼ ἡμέρας τέτταρας, εὐωχούμενοι πανδημεὶ μεθʼ ἱλαρότητος καὶ ταῖς ἀνάρθροις ᾠδαῖς ἀλλήλους ψυχαγωγοῦντες· πρὸς δὲ τούτοις ἐπιμίσγονται τότε ταῖς γυναιξὶν αἷς ἂν τύχωσι παιδοποιίας ἕνεκα, πάσης ἀσχολίας ἀπολελυμένοι διὰ τὴν εὐκοπίαν καὶ τὴν ἑτοιμότητα τῆς τροφῆς.

τῇ δὲ

v.1.p.289
πέμπτῃ πρὸς τὴν ὑπώρειαν ἐπείγονται πανδημεὶ ποτοῦ χάριν, ἔνθα συρρύσεις ὑδάτων γλυκέων εἰσί, πρὸς αἷς οἱ νομάδες τὰς ἀγέλας τῶν θρεμμάτων ποτίζουσιν.

ἡ δὲ ὁδοιπορία τούτων παραπλήσιος γίνεται ταῖς ἀγέλαις τῶν βοῶν, πάντων φωνὴν ἀφιέντων οὐκ ἔναρθρον, ἀλλʼ ἦχον μόνον ἀποτελοῦσαν. τῶν δὲ τέκνων τὰ μὲν νήπια παντελῶς αἱ μητέρες ἐν ταῖς ἀγκάλαις φέρουσι, τὰ δὲ κεχωρισμένα τοῦ γάλακτος οἱ πατέρες, τὰ δʼ ὑπὲρ πενταετῆ χρόνον ὄντα προάγει μετὰ τῶν γονέων σὺν παιδιᾷ, πεπληρωμένα χαρᾶς, ὡς ἂν πρὸς τὴν ἡδίστην ἀπόλαυσιν ὁρμώμενα.

ἡ γὰρ φύσις αὐτῶν ἀδιάστροφος οὖσα τὴν ἀναπλήρωσιν τῆς ἐνδείας ἡγεῖται μέγιστον ἀγαθόν, οὐδὲν τῶν ἐπεισάκτων ἡδέων ἐπιζητοῦσα. ὅταν δὲ ταῖς τῶν νομάδων ποτίστραις ἐγγίσωσι καὶ τοῦ ποτοῦ πληρωθῶσι τὰς κοιλίας, ἐπανέρχονται, μόγις βαδίζοντες διὰ τὸ βάρος.

κἀκείνην μὲν τὴν ἡμέραν οὐδενὸς γεύονται, κεῖται δʼ ἕκαστος ὑπεργέμων καὶ δύσπνους καὶ τὸ σύνολον παρεμφερὴς τῷ μεθύοντι. τῇ δʼ ἑξῆς ἐπὶ τὴν ἀπὸ τῶν ἰχθύων πάλιν τροφὴν ἀνακάμπτουσι· καὶ τοῦτον τὸν τρόπον ἡ δίαιτα κυκλεῖται παρʼ αὐτοῖς πάντα τὸν τοῦ ζῆν χρόνον. οἱ μὲν οὖν τὴν παράλιον τὴν ἐντὸς τῶν στενῶν κατοικοῦντες οὕτω βιοῦσι, νόσοις μὲν διὰ τὴν ἁπλότητα τῆς τροφῆς σπανίως περιπίπτοντες, ὀλιγοχρονιώτεροι δὲ πολὺ τῶν παρʼ ἡμῖν ὄντες.