Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

πάντες δʼ οἱ κατοικοῦντες ἐν αὐταῖς, καίπερ δαψιλεῖς ἔχοντες πάντων χορηγίας αὐτοφυεῖς, ὅμως οὐκ ἀνέδην χρῶνται ταῖς ἀπολαύσεσιν, ἀλλὰ τὴν λιτότητα διώκουσι καὶ τὴν ἀρκοῦσαν τροφὴν προσφέρονται· κρέα δὲ καὶ τἄλλα πάντα ὀπτὰ καὶ ἐξ ὕδατος ἑφθὰ σκευάζουσι· τῶν δʼ ἄλλων τῶν τοῖς μαγείροις πεφιλοτεχνημένων χυμῶν καὶ τῆς κατὰ τὰς ἀρτύσεις ποικιλίας ἀνεπινόητοι παντελῶς εἰσι.

σέβονται δὲ θεοὺς τὸ περιέχον πάντα καὶ ἥλιον καὶ καθόλου πάντα τὰ οὐράνια. ἰχθύων δὲ παντοδαπῶν πλῆθος ἁλιεύοντες ποικίλως καὶ τῶν πτηνῶν οὐκ ὀλίγα θηρεύουσι.

γίνεται δὲ παρʼ αὐτοῖς ἀκροδρύων τε πλῆθος αὐτομάτων, καὶ ἐλαῖαι φύονται καὶ ἄμπελοι, ἐξ ὧν ἔλαιόν τε ποιοῦσι δαψιλὲς καὶ οἶνον. ὄφεις τε τοῖς μεγέθεσι διαφέροντας, οὐδὲν δὲ ἀδικοῦντας τοὺς ἀνθρώπους, ἐδώδιμον ἔχειν τὴν σάρκα καὶ γλυκύτητι διαφέρουσαν.

ἐσθῆτας δὲ αὐτοὺς κατασκευάζειν ἔκ τινων καλάμων ἐχόντων ἐν τῷ μέσῳ χνοῦν λαμπρὸν καὶ μαλακόν, ὃν συνάγοντας καὶ τοῖς θαλαττίοις ὀστρέοις συγκεκομμένοις μίσγοντας θαυμαστὰ κατασκευάζειν ἱμάτια πορφυρᾶ. ζῴων δὲ παρηλλαγμένας φύσεις καὶ διὰ τὸ παράδοξον ἀπιστουμένας.

πάντα δὲ παρʼ αὐτοῖς ὡρισμένην ἔχειν τάξιν τὰ κατὰ τὴν δίαιταν, οὐχ ἅμα πάντων τὰς τροφὰς καὶ τὰς αὐτὰς λαμβανόντων·

v.1.p.265
διατετάχθαι δʼ ἐπί τινας ὡρισμένας ἡμέρας ποτὲ μὲν ἰχθύων βρῶσιν, ποτὲ δὲ ὀρνέων, ἔστι δʼ ὅτε χερσαίων, ἐνίοτε δὲ ἐλαιῶν καὶ τῶν λιτοτάτων προσοψημάτων.

ἐναλλὰξ δὲ αὐτοὺς τοὺς μὲν ἀλλήλοις διακονεῖν, τοὺς δὲ ἁλιεύειν, τοὺς δὲ περὶ τὰς τέχνας εἶναι, ἄλλους δὲ περὶ ἄλλα τῶν χρησίμων ἀσχολεῖσθαι, τοὺς δʼ ἐκ περιόδου κυκλικῆς λειτουργεῖν, πλὴν τῶν ἤδη γεγηρακότων.

ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς εὐωχίαις λέγεσθαί τε καὶ ᾅδεσθαι παρʼ αὐτοῖς εἰς τοὺς θεοὺς ὕμνους καὶ ἐγκώμια, μάλιστα δὲ εἰς τὸν ἥλιον, οὗ τάς τε νήσους καὶ ἑαυτοὺς προσαγορεύουσι.

θάπτουσι δὲ τοὺς τελευτήσαντας ὅταν ἄμπωτις γένηται καταχωννύντες εἰς τὴν ἅμμον, ὥστε κατὰ τὴν πλημυρίδα τὸν τόπον ἐπιχώννυσθαι. τοὺς δὲ καλάμους, ἐξ ὧν ὁ καρπὸς τῆς τροφῆς γίνεται, φασὶ σπιθαμιαίους ὄντας τὸ πάχος κατὰ τὰς τῆς σελήνης ἀναπληρώσεις ἀναπληροῦσθαι, καὶ πάλιν κατὰ τὰς ἐλαττώσεις ἀνὰ λόγον ταπεινοῦσθαι.

τὸ δὲ τῶν θερμῶν πηγῶν ὕδωρ γλυκὺ καὶ ὑγιεινὸν ὂν διαφυλάττει τὴν θερμασίαν, καὶ οὐδέποτε ψύχεται, ἐὰν μὴ ψυχρὸν ὕδωρ ἢ οἶνος συμμίσγηται.