Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
γυναῖκας δὲ μὴ γαμεῖν, ἀλλὰ κοινὰς ἔχειν, καὶ τοὺς γεννηθέντας παῖδας ὡς κοινοὺς τρέφοντας ἐπʼ ἴσης ἀγαπᾶν· νηπίων δʼ ὄντων αὐτῶν πολλάκις τὰς τρεφούσας διαλλάττειν τὰ βρέφη, ὅπως μηδʼ αἱ μητέρες ἐπιγινώσκωσι τοὺς ἰδίους. διόπερ μηδεμιᾶς παρʼ αὐτοῖς γινομένης φιλοτιμίας ἀστασιάστους καὶ τὴν ὁμόνοιαν περὶ πλείστου ποιουμένους διατελεῖν.
εἶναι δὲ παρʼ αὐτοῖς καὶ ζῷα, μικρὰ μὲν τοῖς μεγέθεσι, παράδοξα δὲ τῇ φύσει τοῦ σώματος καὶ τῇ δυνάμει τοῦ αἵματος· εἶναι γὰρ αὐτὰ τῷ σχήματι στρογγύλα καὶ παρεμφερέστατα ταῖς χελώναις, τὴν δʼ ἐπιφάνειαν δυσὶ γραμμαῖς μηλίναις κεχιασμένα, ἐφʼ ἑκάστης δὲ ἄκρας ἔχειν ὀφθαλμὸν καὶ στόμα·
διὸ καὶ τέτταρσιν ὄμμασι βλέποντα καὶ τοῖς ἴσοις στόμασι χρώμενα εἰς ἕνα φάρυγα συνάγειν τὰ σιτία, καὶ διὰ τούτου καταπινομένης τῆς τροφῆς εἰς μίαν κοιλίαν συρρεῖν ἅπαντα· ὁμοίως δὲ τὰ σπλάγχνα καὶ τἄλλα τὰ ἐντὸς πάντα ἔχειν μοναχά. πόδας δὲ ὑποκεῖσθαι κύκλῳ τῆς περιφερείας πολλούς, διʼ ὧν
τὸ δʼ αἷμα τούτου τοῦ ζῴου θαυμάσιον ἔχειν δύναμιν· πᾶν γὰρ τὸ διατμηθὲν ἔμπνουν σῶμα κολλᾶν παραχρῆμα, κἂν ἀποκοπεῖσα χεὶρ ἢ ὅμοιον εἰπεῖν τύχῃ, διʼ αὐτοῦ κολλᾶσθαι προσφάτου τῆς τομῆς οὔσης, καὶ τἄλλα δὲ μέρη τοῦ σώματος, ὅσα μὴ κυρίοις τόποις καὶ συνέχουσι τὸ ζῆν κατέχεται.
ἕκαστον δὲ τῶν συστημάτων τρέφειν ὄρνεον εὐμέγεθες ἰδιάζον τῇ φύσει, καὶ διὰ τούτου πειράζεται τὰ νήπια τῶν βρεφῶν ποίας τινὰς ἔχει τὰς τῆς ψυχῆς διαθέσεις· ἀναλαμβάνουσι γὰρ αὐτὰ ἐπὶ τὰ ζῷα, καὶ τούτων πετομένων τὰ μὲν τὴν διὰ τοῦ ἀέρος φορὰν ὑπομένοντα τρέφουσι, τὰ δὲ περιναύτια γινόμενα καὶ θάμβους πληρούμενα ῥίπτουσιν, ὡς οὔτε πολυχρόνια καθεστῶτα οὔτε τοῖς ἄλλοις τοῖς τῆς ψυχῆς λήμασιν ἀξιόλογα.
ἑκάστου δὲ συστήματος ὁ πρεσβύτερος ἀεὶ τὴν ἡγεμονίαν ἔχει, καθάπερ τις βασιλεύς, καὶ τούτῳ πάντες πείθονται· ὅταν δʼ ὁ πρῶτος τελέσας τὰ ἑκατὸν καὶ πεντήκοντα ἔτη κατὰ τὸν νόμον ἀπαλλάξῃ ἑαυτὸν τοῦ ζῆν, ὁ μετὰ τοῦτον πρεσβύτατος διαδέχεται τὴν ἡγεμονίαν.