Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

μεταλλεύεται δὲ κατὰ τὴν Ἀραβίαν καὶ ὁ προσαγορευόμενος ἄπυρος χρυσός, οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἐκ ψηγμάτων καθεψόμενος, ἀλλʼ εὐθὺς ὀρυττόμενος εὑρίσκεται τὸ μέγεθος καρύοις κασταναϊκοῖς παραπλήσιος, τὴν δὲ χρόαν οὕτω φλογώδης ὥστε τοὺς ἐντιμοτάτους λίθους ὑπὸ τῶν τεχνιτῶν ἐνδεθέντας ποιεῖν τὰ κάλλιστα τῶν κοσμημάτων.

θρεμμάτων τε παντοδαπῶν τοσοῦτο κατʼ αὐτὴν ὑπάρχει πλῆθος ὥστε ἔθνη πολλὰ νομάδα βίον ᾑρημένα δύνασθαι καλῶς διατρέφεσθαι, σίτου μὲν μὴ προσδεόμενα, τῇ δʼ ἀπὸ τούτων δαψιλείᾳ χορηγούμενα. θηρίων τε πλῆθος ἀλκίμων ἡ προσορίζουσα τῇ Συρίᾳ τρέφει· καὶ γὰρ λέοντας καὶ παρδάλεις ἐν αὐτῇ πολλῷ πλείονας καὶ μείζους καὶ ταῖς ἀλκαῖς διαφόρους πεφυκέναι ἤπερ ἐν τῇ Λιβύῃ συμβέβηκε· πρὸς δὲ τούτοις οἱ καλούμενοι Βαβυλώνιοι τίγρεις.

φέρει δὲ καὶ ζῷα διφυῆ καὶ μεμιγμένα ταῖς ἰδέαις, ὧν αἱ μὲν ὀνομαζόμεναι στρουθοκάμηλοι περιειλήφασι τοῖς τύποις μίγματα χηνῶν καὶ καμήλων ἀκολούθως τῇ προσηγορίᾳ. τὸ μὲν γὰρ μέγεθος ἔχουσι νεογενεῖ καμήλῳ παραπλήσιον, τὰς δὲ κεφαλὰς πεφρικυίας θριξὶ λεπταῖς, τοὺς δʼ ὀφθαλμοὺς μεγάλους καὶ κατὰ τὴν χρόαν μέλανας, ἀπαραλλάκτους κατὰ τὸν τύπον

v.1.p.251
καὶ τὸ χρῶμα τοῖς τῶν καμήλων.

μακροτράχηλον δʼ ὑπάρχον ῥύγχος ἔχει βραχὺ παντελῶς καὶ εἰς ὀξὺ συνηγμένον. ἐπτέρωται δὲ ταρσοῖς μαλακοῖς καὶ τετριχωμένοις, καὶ δυσὶ σκέλεσι στηριζόμενον καὶ ποσὶ διχήλοις χερσαῖον ἅμα φαίνεται καὶ πτηνόν.

διὰ δὲ τὸ βάρος οὐ δυνάμενον ἐξᾶραι καὶ πέτεσθαι κατὰ τῆς γῆς ὠκέως ἀκροβατεῖ, καὶ διωκόμενον ὑπὸ τῶν ἱππέων τοῖς ποσὶ τοὺς ὑποπίπτοντας λίθους οὕτως εὐτόνως ἀποσφενδονᾷ πρὸς τοὺς διώκοντας ὥστε πολλάκις καρτεραῖς πληγαῖς αὐτοὺς περιπίπτειν.

ἐπειδὰν δὲ περικατάληπτον ᾖ, τὴν κεφαλὴν εἴς τινα θάμνον ἢ τοιαύτην σκέπην ἀποκρύπτεται, οὐχ, ὡς οἴονταί τινες, ἀφροσύνῃ καὶ νωθρότητι ψυχῆς διὰ τὸ μὴ βλέπειν ἑτέρους μηδʼ αὐτὸ βλέπεσθαι διαλαμβάνον ὑφʼ ἑτέρων, ἀλλὰ διὰ τὸ τοῦ σώματος ἔχειν τοῦτο τὸ μέρος ἀσθενέστατον σκέπην αὑτῷ πρὸς σωτηρίαν περιποιεῖ·

ἀγαθὴ γὰρ ἡ φύσις διδάσκαλος ἅπασι τοῖς ζῴοις πρὸς διατήρησιν οὐ μόνον ἑαυτῶν, ἀλλὰ καὶ τῶν γεννωμένων, διὰ τῆς συγγενοῦς φιλοζωίας τὰς διαδοχὰς εἰς ἀΐδιον ἄγουσα διαμονῆς κύκλον.