Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

περὶ μὲν οὖν τοῦ Διονύσου καὶ τῶν ἀπογόνων αὐτοῦ τοιαῦτα μυθολογοῦσιν οἱ τὴν ὀρεινὴν τῆς Ἰνδικῆς κατοικοῦντες. τόν τε Ἡρακλέα φασὶ παρ αὑτοῖς γεγενῆσθαι, καὶ παραπλησίως τοῖς Ἕλλησι τό τε ῥόπαλον καὶ τὴν λεοντῆν αὐτῷ προσάπτουσι.

τῇ δὲ τοῦ σώματος ῥώμῃ καὶ ἀλκῇ πολλῷ τῶν ἄλλων ἀνθρώπων διενεγκεῖν, καὶ καθαρὰν ποιῆσαι τῶν θηρίων γῆν τε καὶ θάλατταν. γήμαντα δὲ πλείους γυναῖκας υἱοὺς μὲν πολλούς, θυγατέρα δὲ μίαν γεννῆσαι, καὶ τούτων ἐνηλίκων γενομένων πᾶσαν τὴν Ἰνδικὴν διελόμενον εἰς ἴσας τοῖς τέκνοις μερίδας, ἅπαντας τοὺς υἱοὺς ἀποδεῖξαι βασιλέας, μίαν δὲ θυγατέρα θρέψαντα καὶ ταύτην βασίλισσαν ἀποδεῖξαι.

κτίστην τε πόλεων οὐκ ὀλίγων γενέσθαι,

v.1.p.235
καὶ τούτων τὴν ἐπιφανεστάτην καὶ μεγίστην προσαγορεῦσαι Παλίβοθρα. κατασκευάσαι δʼ ἐν αὐτῇ καὶ βασίλεια πολυτελῆ καὶ πλῆθος οἰκητόρων καθιδρῦσαι· τήν τε πόλιν ὀχυρῶσαι τάφροις ἀξιολόγοις ποταμίοις ὕδασι πληρουμέναις.

καὶ τὸν μὲν Ἡρακλέα τὴν ἐξ ἀνθρώπων μετάστασιν ποιησάμενον ἀθανάτου τυχεῖν τιμῆς, τοὺς δʼ ἀπογόνους αὐτοῦ βασιλεύσαντας ἐπὶ πολλὰς γενεὰς καὶ πράξεις ἀξιολόγους μεταχειρισαμένους μήτε στρατείαν ὑπερόριον ποιήσασθαι μήτε ἀποικίαν εἰς ἀλλοεθνεῖς ἀποστεῖλαι. ὕστερον δὲ πολλοῖς ἔτεσι τὰς πλείστας μὲν τῶν πόλεων δημοκρατηθῆναι, τινῶν δʼ ἐθνῶν τὰς βασιλείας διαμεῖναι μέχρι τῆς Ἀλεξάνδρου διαβάσεως·

νομίμων δʼ ὄντων παρὰ τοῖς Ἰνδοῖς ἐνίων ἐξηλλαγμένων θαυμασιώτατον ἄν τις ἡγήσαιτο τὸ καταδειχθὲν ὑπὸ τῶν ἀρχαίων παρʼ αὐτοῖς φιλοσόφων· νενομοθέτηται γὰρ παρʼ αὐτοῖς δοῦλον μὲν μηδένα εἶναι τὸ παράπαν, ἐλευθέρους δʼ ὑπάρχοντας τὴν ἰσότητα τιμᾶν ἐν πᾶσι. τοὺς γὰρ μαθόντας μήθʼ ὑπερέχειν μήθʼ ὑποπίπτειν ἄλλοις κράτιστον ἕξειν βίον πρὸς ἁπάσας τὰς περιστάσεις· εὔηθες γὰρ εἶναι νόμους μὲν ἐπʼ ἴσης τιθέναι πᾶσι, τὰς δʼ οὐσίας ἀνωμάλους κατασκευάζειν.