Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἐπεὶ δʼ αὐτῷ πάντα τὰ πρὸς τὸν πόλεμον κατεσκεύαστο, πρὸς τὴν Σεμίραμιν καθʼ ὁδὸν οὖσαν ἀπέστειλεν ἀγγέλους, ἐγκαλῶν ὅτι προκατάρχεται τοῦ πολέμου μηδὲν ἀδικηθεῖσα· πολλὰ δὲ καὶ ἄρρητα κατʼ αὐτῆς ὡς ἑταίρας βλασφημήσας διὰ τῶν γραμμάτων καὶ θεοὺς ἐπιμαρτυράμενος, ἠπείλει καταπολεμήσας αὐτὴν σταυρῷ προσηλώσειν.

ἡ δὲ Σεμίραμις ἀναγνοῦσα τὴν ἐπιστολὴν καὶ καταγελάσασα τῶν γεγραμμένων, διὰ τῶν ἔργων ἔφησε τὸν Ἰνδὸν

v.1.p.199
πειράσεσθαι τῆς περὶ αὐτὴν ἀρετῆς. ἐπεὶ δὲ προάγουσα μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰνδὸν ποταμὸν παρεγενήθη, κατέλαβε τὰ τῶν πολεμίων πλοῖα πρὸς μάχην ἕτοιμα.

διόπερ καὶ αὐτὴ καταρτίσασα ταχέως τὰς ναῦς καὶ πληρώσασα τῶν κρατίστων ἐπιβατῶν συνεστήσατο κατὰ τὸν ποταμὸν ναυμαχίαν, συμφιλοτιμουμένων καὶ τῶν παρεμβεβληκότων παρὰ τὸ ῥεῖθρον πεζῶν.

ἐπὶ πολὺν δὲ χρόνον τοῦ κινδύνου παρατείνοντος καὶ προθύμως ἑκατέρων ἀγωνισαμένων, τὸ τελευταῖον ἡ Σεμίραμις ἐνίκησε καὶ διέφθειρε τῶν πλοίων περὶ χίλια, συνέλαβε δʼ αἰχμαλώτους μαλώτους οὐκ ὀλίγους.

ἐπαρθεῖσα δὲ τῇ νίκῃ τὰς ἐν τῷ ποταμῷ νήσους καὶ πόλεις ἐξηνδραποδίσατο, καὶ συνήγαγεν αἰχμαλώτων σωμάτων ὑπὲρ τὰς δέκα μυριάδας. μετὰ δὲ ταῦθʼ ὁ μὲν τῶν Ἰνδῶν βασιλεὺς ἀπήγαγε τὴν δύναμιν ἀπὸ τοῦ ποταμοῦ, προσποιούμενος μὲν ἀναχωρεῖν διὰ φόβον, τῇ δʼ ἀληθείᾳ βουλόμενος τοὺς πολεμίους προτρέψασθαι διαβῆναι τὸν ποταμόν.

ἡ δὲ Σεμίραμις, κατὰ νοῦν αὐτῇ τῶν πραγμάτων προχωρούντων, ἔζευξε τὸν ποταμὸν κατασκευάσασα πολυτελῆ καὶ μεγάλην γέφυραν, διʼ ἧς ἅπασαν διακομίσασα τὴν δύναμιν ἐπὶ μὲν τοῦ ζεύγματος φυλακὴν κατέλιπεν ἀνδρῶν ἑξακισμυρίων, τῇ δʼ ἄλλῃ στρατιᾷ προῆγεν ἐπιδιώκουσα τοὺς Ἰνδούς, προηγουμένων τῶν εἰδώλων, ὅπως οἱ τῷν πολεμίων κατάσκοποι τῷ βασιλεῖ ἀπαγγείλωσι τὸ πλῆθος τῶν παρʼ αὐτῇ θηρίων.

οὐ διεψεύσθη δὲ κατά γε τοῦτο

v.1.p.200
τῆς ἐλπίδος, ἀλλὰ τῶν ἐπὶ κατασκοπὴν ἐκπεμφθέντων τοῖς Ἰνδοῖς ἀπαγγελλόντων τὸ πλῆθος τῶν παρὰ τοῖς πολεμίοις ἐλεφάντων, ἅπαντες διηποροῦντο πόθεν αὐτῇ συνακολουθεῖ τοσοῦτο πλῆθος θηρίων.

οὐ μὴν ἔμεινέ γε τὸ ψεῦδος πλείω χρόνον κρυπτόμενον· τῶν γὰρ παρὰ τῇ Σεμιράμιδι στρατευομένων τινὲς κατελήφθησαν νυκτὸς ἐν τῇ στρατοπεδείᾳ ῥᾳθυμοῦντες τὰ περὶ τὰς φυλακάς· φοβηθέντες δὲ τὴν ἐπακολουθοῦσαν τιμωρίαν ηὐτομόλησαν πρὸς τοὺς πολεμίους καὶ τὴν κατὰ τοὺς ἐλέφαντας πλάνην ἀπήγγειλαν. ἐφʼ οἷς θαρρήσας ὁ τῶν Ἰνδῶν βασιλεὺς καὶ τῇ δυνάμει διαγγείλας τὰ περὶ τῶν εἰδώλων, ἐπέστρεψεν ἐπὶ τοὺς Ἀσσυρίους διατάξας τὴν δύναμιν.