Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

ἡ δὲ Σεμίραμις καταστήσασα τά τε κατὰ τὴν Αἰθιοπίαν καὶ τὴν Αἴγυπτον ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Βάκτρα τῆς Ἀσίας. ἔχουσα δὲ δυνάμεις μεγάλας καὶ πολυχρόνιον εἰρήνην ἄγουσα φιλοτίμως ἔσχε πρᾶξαί τι λαμπρὸν κατὰ πόλεμον.

πυνθανομένη δὲ τὸ τῶν Ἰνδῶν ἔθνος μέγιστον εἶναι τῶν κατὰ τὴν οἰκουμένην καὶ πλείστην τε καὶ καλλίστην χώραν νέμεσθαι, διενοεῖτο στρατεύειν εἰς τὴν Ἰνδικήν, ἧς ἐβασίλευε μὲν Σταβροβάτης κατʼ ἐκείνους τοὺς χρόνους, στρατιωτῶν δʼ εἶχεν ἀναρίθμητον πλῆθος· ὑπῆρχον δʼ αὐτῷ καὶ ἐλέφαντες

v.1.p.195
πολλοὶ καθʼ ὑπερβολὴν λαμπρῶς κεκοσμημένοι τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς.

ἡ γὰρ Ἰνδικὴ χώρα διάφορος οὖσα τῷ κάλλει καὶ πολλοῖς διειλημμένη ποταμοῖς ἀρδεύεταί τε πολλαχοῦ καὶ διττοὺς καθʼ ἕκαστον ἐνιαυτὸν ἐκφέρει καρπούς· διὸ καὶ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων τοσοῦτον ἔχει πλῆθος ὥστε διὰ παντὸς ἄφθονον ἀπόλαυσιν τοῖς ἐγχωρίοις παρέχεσθαι. λέγεται δὲ μηδέποτε κατʼ αὐτὴν γεγονέναι σιτοδείαν ἢ φθορὰν καρπῶν διὰ τὴν εὐκρασίαν τῶν τόπων.

ἔχει δὲ καὶ τῶν ἐλεφάντων ἄπιστον πλῆθος, οἳ ταῖς τε ἀλκαῖς καὶ ταῖς τοῦ σώματος ῥώμαις πολὺ προέχουσι τῶν ἐν τῇ Λιβύῃ γινομένων, ὁμοίως δὲ χρυσόν, ἄργυρον, σίδηρον, χαλκόν· πρὸς δὲ τούτοις λίθων παντοίων καὶ πολυτελῶν ἔστιν ἐν αὐτῇ πλῆθος, ἔτι δὲ τῶν ἄλλων ἁπάντων σχεδὸν τῶν πρὸς τρυφὴν καὶ πλοῦτον διατεινόντων. ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡ Σεμίραμις ἀκούσασα προήχθη μηδὲν προαδικηθεῖσα τὸν πρὸς Ἰνδοὺς ἐξενεγκεῖν πόλεμον.

ὁρῶσα δʼ αὑτὴν μεγάλων καθʼ ὑπερβολὴν προσδεομένην δυνάμεων, ἐξέπεμψεν ἀγγέλους εἰς ἁπάσας τὰς σατραπείας, διακελευσαμένη τοῖς ἐπάρχοις καταγράφειν τῶν νέων τοὺς ἀρίστους, δοῦσα τὸν ἀριθμὸν κατὰ τὰ μεγέθη τῶν ἐθνῶν· προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα.

μετεπέμψατο δὲ καὶ ναυπηγοὺς ἔκ τε Φοινίκης καὶ Συρίας καὶ Κύπρου καὶ τῆς ἄλλης τῆς παραθαλαττίου χώρας, οἷς ἄφθονον

v.1.p.196
ὕλην μεταγαγοῦσα διεκελεύσατο κατασκευάζειν ποτάμια πλοῖα διαιρετά.

ὁ γὰρ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὴν βασιλείαν αὐτῆς ὁρίζων, πολλῶν προσεδεῖτο πλοίων πρός τε τὴν διάβασιν καὶ πρὸς τὸ τοὺς Ἰνδοὺς ἀπὸ τούτων ἀμύνασθαι· περὶ δὲ τὸν ποταμὸν οὐκ οὔσης ὕλης ἀναγκαῖον ἦν ἐκ τῆς Βακτριανῆς πεζῇ παρακομίζεσθαι τὰ πλοῖα.

θεωροῦσα δʼ ἡ Σεμίραμις ἑαυτὴν ἐν τῇ τῶν ἐλεφάντων χρείᾳ πολὺ λειπομένην, ἐπενοήσατό τινα κατασκευάζειν εἴδωλα τούτων τῶν ζῴων, ἐλπίζουσα καταπλήξεσθαι τοὺς Ἰνδοὺς διὰ τὸ νομίζειν αὐτοὺς μηδʼ εἶναι τὸ σύνολον ἐλέφαντας ἐκτὸς τῶν κατὰ τὴν Ἰνδικήν.

ἐπιλέξασα δὲ βοῶν μελάνων τριάκοντα μυριάδας τὰ μὲν κρέα τοῖς τεχνίταις καὶ τοῖς πρὸς τὴν τῶν κατασκευασμάτων ὑπηρεσίαν τεταγμένοις διένειμε, τὰς δὲ βύρσας συρράπτουσα καὶ χόρτου πληροῦσα κατεσκεύασεν εἴδωλα, κατὰ πᾶν ἀπομιμουμένη τὴν τῶν ζῴων τούτων φύσιν. ἕκαστον δὲ τούτων εἶχεν ἐντὸς ἄνδρα τὸν ἐπιμελησόμενον καὶ κάμηλον, ὑφʼ οὗ φερόμενον φαντασίαν τοῖς πόρρωθεν ὁρῶσιν ἀληθινοῦ θηρίου παρείχετο.

οἱ δὲ ταῦτα κατασκευάζοντες αὐτῇ τεχνῖται προσεκαρτέρουν τοῖς ἔργοις ἔν τινι περιβόλῳ περιῳκοδομημένῳ καὶ πύλας ἔχοντι τηρουμένας ἐπιμελῶς, ὥστε μηδένα μήτε τῶν ἔσωθεν ἐξιέναι τεχνιτῶν μήτε τῶν ἔξωθεν εἰσιέναι πρὸς αὐτούς. τοῦτο δʼ ἐποίησεν, ὅπως μηδεὶς τῶν ἔξωθεν ἴδῃ τὸ

v.1.p.197
γινόμενον μηδὲ διαπέσῃ φήμη πρὸς Ἰνδοὺς περὶ τούτων.