Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

μετὰ δὲ τοῦτον προσελθεῖν λέγουσι τοῖς νόμοις Ἄμασιν τὸν βασιλέα, ὃν ἱστοροῦσι τὰ περὶ τοὺς νομάρχας διατάξαι καὶ τὰ περὶ τὴν σύμπασαν οἰκονομίαν τῆς Αἰγύπτου. παραδέδοται δὲ συνετός τε γεγονέναι καθʼ ὑπερβολὴν καὶ τὸν τρόπον ἐπιεικὴς καὶ δίκαιος· ὧν ἕνεκα καὶ τοὺς Αἰγυπτίους αὐτῷ περιτεθεικέναι τὴν ἀρχὴν οὐκ ὄντι γένους βασιλικοῦ.

φασὶ δὲ καὶ τοὺς Ἠλείους, σπουδάζοντας περὶ τὸν Ὀλυμπικὸν ἀγῶνα, πρεσβευτὰς ἀποστεῖλαι πρὸς αὐτὸν ἐρωτήσοντας πῶς ἂν γένοιτο δικαιότατος· τὸν δʼ εἰπεῖν, ἐὰν μηδεὶς Ἠλεῖος ἀγωνίζηται.

Πολυκράτους δὲ τοῦ Σαμίων δυνάστου συντεθειμένου πρὸς αὐτὸν φιλίαν, καὶ βιαίως

v.1.p.160
προσφερομένου τοῖς τε πολίταις καὶ τοῖς εἰς Σάμον καταπλέουσι ξένοις, τὸ μὲν πρῶτον λέγεται πρεσβευτὰς ἀποστείλαντα παρακαλεῖν αὐτὸν ἐπὶ τὴν μετριότητα· οὐ προσέχοντος δʼ αὐτοῦ τοῖς λόγοις ἐπιστολὴν γράψαι τὴν φιλίαν καὶ τὴν ξενίαν τὴν πρὸς αὐτὸν διαλυόμενον· οὐ γὰρ βούλεσθαι λυπηθῆναι συντόμως ἑαυτόν, ἀκριβῶς εἰδότα διότι πλησίον ἐστὶν αὐτῷ τὸ κακῶς παθεῖν οὕτω προεστηκότι τῆς τυραννίδος. θαυμασθῆναι δʼ αὐτόν φασι παρὰ τοῖς Ἕλλησι διά τε τὴν ἐπιείκειαν καὶ διὰ τὸ τῷ Πολυκράτει ταχέως ἀποβῆναι τὰ ῥηθέντα.

ἕκτον δὲ λέγεται τὸν Ξέρξου πατέρα Δαρεῖον τοῖς νόμοις ἐπιστῆναι τοῖς τῶν Αἰγυπτίων· μισήσαντα γὰρ τὴν παρανομίαν τὴν εἰς τὰ κατʼ Αἴγυπτον ἱερὰ γενομένην ὑπὸ Καμβύσου τοῦ προβασιλεύσαντος ζηλῶσαι βίον ἐπιεικῆ καὶ φιλόθεον.

ὁμιλῆσαι μὲν γὰρ αὐτοῖς τοῖς ἱερεῦσι τοῖς ἐν Αἰγύπτῳ καὶ μεταλαβεῖν αὐτὸν τῆς τε θεολογίας καὶ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγεγραμμένων πράξεων· ἐκ δὲ τούτων ἱστορήσαντα τήν τε μεγαλοψυχίαν τῶν ἀρχαίων βασιλέων καὶ τὴν εἰς τοὺς ἀρχομένους εὔνοιαν μιμήσασθαι τὸν ἐκείνων βίον, καὶ διὰ τοῦτο τηλικαύτης τυχεῖν τιμῆς ὥσθʼ ὑπὸ τῶν Αἰγυπτίων ζῶντα μὲν θεὸν προσαγορεύεσθαι μόνον τῶν ἁπάντων βασιλέων, τελευτήσαντα δὲ τιμῶν τυχεῖν ἴσων τοῖς τὸ παλαιὸν νομιμώτατα βασιλεύσασι κατʼ Αἴγυπτον.

v.1.p.161

τὴν μὲν οὖν κοινὴν νομοθεσίαν συντελεσθῆναί φασιν ὑπὸ τῶν εἰρημένων ἀνδρῶν, καὶ δόξης τυχεῖν τῆς διαδεδομένης παρὰ τοῖς ἄλλοις· ἐν δὲ τοῖς ὕστερον χρόνοις πολλὰ τῶν καλῶς ἔχειν δοκούντων νομίμων φασὶ κινηθῆναι, Μακεδόνων ἐπικρατησάντων καὶ καταλυσάντων εἰς τέλος τὴν βασιλείαν τῶν ἐγχωρίων.